Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.721
Not analysed yet
Ἀναφωνοῦσι πάλιν οἱ ἅγιοι, καὶ ταῖς καθηκούσαις δοξολογίαις καταγεραίρειν ἐπείγονται τὸν τῶν ὅλων Σωτῆρα Θεὸν τὸν κατοικοῦντα ἐν ὑψηλοῖς, ἢ ἐν τοῖς οὐρανοῖς δηλονότι, ἢ καὶ ἐν κτίσμασι λογικοῖς ὧν ἂν εἴη τὸ ὕφος, ὡς ἐν νοητῷ μεγέθει τῆς πολυειδοῦς ἀρετῆς. Δοξολογοῦσι τοίνυν τὸν Θεὸν κατατεθηπότες τὴν Σιὼν, τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν Χριστοῦ, κρίσεως καὶ δικαιοσύνης ὁρῶντες ἐμπεπλησμένην. Ἡ μὲν γὰρ ἐπίγειος Ἱερουσαλὴμ τῆς οὕτω λαμπρᾶς ἀπολείπεται δόξης. Προσήκατο γὰρ οὐδαμῶς τὴν παρὰ Θεοῦ καὶ Πατρὸς δικαιοσύνην, τοῦτ' ἔστι, Χριστόν. Ἡ δέ γε ἐξ ἐθνῶν Ἐκκλησία, ἡ νοητὴ καὶ ἀληθεστέρα Σιὼν μεστὴ γέγονε κρίσεως καὶ δικαιοσύνης· ἡ δὲ κρίσις ἐν τούτοις, τὴν δικαιοκρισίαν τὴν ἐφ' ἑκάστῳ πράγματι δηλοῖ. Ζῇν γὰρ ἔθος τοῖς ἁγίοις λογικῶς, καὶ ἐννόμως, καὶ κατευφραίνεσθαι ὑπὸ τῶν εὐαγγελικῶν θεσπισμάτων. Εἶτα θαυμάζουσι τοὺς ἐξ Ἰσραὴλ, ὡς νόμον μὲν ἔχοντας, καίτοι δοθέντα παρὰ Θεοῦ πρὸς ἐπικουρίαν, ἀπολωλότας δὲ δι' αὐτοῦ. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, «Ἀτεθοῦντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Ὁ μὲν γὰρ νόμος ἦν ἐν σκιαῖς μέχρι καιροῦ διορθώσεως κείμενος. Ἀναλάμψαντος δὲ τοῦ νέου κηρύγματος, καὶ τῆς ἀληθείας εἰσκεκομισμένης, ἐχρῆν δή που πάντως ἀργῆσαι τοὺς τύπους, καὶ ἀπρακτῆσαι τὴν σκιὰν, ἀλλ' ὁ φιλόνεικος Ἰσραὴλ, καίτοι τῷ νόμῳ συναγορεύειν ἐθέλων, ἐνιστάμενός τε ταῖς Μωσέως ἐντολαῖς, εὐσεβεῖν τε διὰ τούτου νομίζων, παραδέδοται τοῖς ἐχθροῖς. Οὐ γὰρ ἔδει ταῖς οὕτω μακραῖς ἀπειθείαις ἀτιμάζειν τὴν ἀλήθειαν. Οὐκοῦν ἐν νόμῳ παραδοθήσονται. Ἡμῖν δὲ τοῖς ἐξ ἐθνῶν πιστεύσασι καὶ ὁ πάλαι δι' ἀγγέλων λαληθεὶς νόμος μεσολαβοῦντος Μωσέως θησαυρὸς ηὑρέθη σωτηρίας. Ἐκεῖ γὰρ, τοῦτ' ἔστιν, ἐν αὐτῷ σοφία τέ ἐστι καὶ ἐπιστήμη, καὶ εὐσέβεια πρὸς τὸν Κύριον. Διακέκραγε γὰρ ὁ Μωσέως νόμος τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν δύναμιν ὡς ἐν σκιαῖς εὐρήσομεν, ἰσχνὸν ἐνιέντες τοῖς γεγραμμένοις τὸν νοῦν. Καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ τοῖς Ἰουδαίων δήμοις; «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Οὐκοῦν θησαυρὸς δικαιοσύνης ὁ νόμος τοῖς οὐ προσέχουσι τῇ σκιᾷ, διακύπτουσι δὲ μᾶλλον αὐτὴν, καὶ τὸ τῆς ἀληθείας κάλλος πολυπραγμονεῖν σπουδάζουσι. Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται· οὓς ἐφοβεῖσθε φοβηθήσονται ἀφ' ὑμῶν· ἄγγελοι ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην, πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην. Ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοὶ, πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογισθήσεσθε αὐτοὺς ἀνθρώπους. Πάλιν ἡμῖν ἐν τούτοις ὁ τῶν δυνάμεων Κύριος παραθαρσύνων ὁρᾶται τοὺς ἁγίους μυσταγωγούς· καὶ φόβου παντὸς ἀπαλλάττων, καὶ τῶν ἐσομένων αὐτοῖς ἀγαθῶν προαναφαίνων τὸ πλάτος. Ἐδίωκον μὲν γὰρ τοὺς ἁγίους ἀποστόλους οἱ τάλανες Ἰουδαῖοι·