Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.724
Not analysed yet
τοῦτο μὲν καλοῦντες ἐν συνεδρίῳ, τοῦτο δὲ καὶ ῥάβδοις καταπαίοντες, καὶ γραφὴν αὐτοῖς καὶ εἰς ἐγκλήματος δύναμιν καταλογιζόμενοι τὴν εἰς Χριστὸν εὐσέβειαν, καὶ τὴν ἐπὶ τῷ θείῳ κηρύγματι σπουδήν τε καὶ προθυμίαν. Ἔφασκον γὰρ, ὅτι «Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ. Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν.» Καὶ αὐτοὺς δὲ τοὺς ἁγίους ἀποστόλους εὑρήσομεν δεδιότας μὲν τῶν Ἰουδαίων τὴν ἔφοδον, προσπίπτοντας δὲ τῷ παναγίῳ Θεῷ, καὶ λέγοντας· «Καὶ τανῦν, Κύριε, ἔπιδε τὴν ἀπειλὴν αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.» Ἰδοὺ τοίνυν, φησὶν, αὐτοὶ μᾶλλον ὑμᾶς, καὶ οὐχ ὑμεῖς αὐτοὺς φοβηθήσεσθε· οὓς ἐφοβεῖσθε φοβηθήσονται ἀφ' ὑμῶν. Ἀποστελοῦσι δὲ κατὰ καιρὸν καὶ ἀγγέλους αἰτοῦντες εἰρήνην, καὶ πικρῶς κλαίοντες. Ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοὶ, τοῦτ' ἔστιν, οὐκ εὐοδοθήσονται θεομαχεῖν ᾑρημένοι, καὶ δεσποτικοῖς νεύμασιν ἀντεξάγοντες. Πάλαι μὲν γὰρ ὁ Ἰσραὴλ, ἐν ἀρχαῖς ὄντος φημὶ τοῦ θείου κηρύγματος, ἀφόρητος ἦν τοῖς ἁγίοις μυσταγωγοῖς. Ἐπεὶ δὲ ἡ τῶν πιστευσάντων πληθὺς ἀριθμοῦ γέγονε κρείσσων, ἐν ἁπάσῃ πόλει τε καὶ χώρᾳ νενίκηται λοιπὸν ἡ ἐκείνων ἀπόνοια, καὶ εἰσὶν ὑπὸ πόδας τῶν πεπιστευκότων ἡττημένοι τε καὶ κλαίοντες, καὶ ἀποχρήσειν ἐν αὐτοῖς εἰς εὐθυμίαν ἡγούμενοι τὸ κἂν γοῦν εἰρήνης ἀξιοῦσθαι τῆς πρὸς αὐτούς. Οὗτος, οἶμαι, ἐστὶ τῆς προφητείας ὁ νοῦς. Πέπαυται γὰρ, φησὶν, ὁ φόβος τῶν ἐθνῶν, τῶν Ἰουδαϊκῶν δηλονότι, καὶ ἡ πρὸς αὐτοὺς διαθήκη αἴρεται. Ἀλλότριοι γὰρ γεγόνασι τῆς πρὸς Θεὸν οἰκειότητος, καὶ ξένοι τῶν ἐπαγγελιῶν· ὅτι «Μὴ πάντες οἱ ἐξ Ἰσραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας ταῦτα λογίζεσθαι εἰς σπέρμα,» τοῦτ' ἔστιν, οἱ ἐκ πίστεως τῆς ἐν Χριστῷ. Δεδικαίωται γὰρ διὰ πίστεως ὁ προπάτωρ Ἀβραάμ. Ληφθείσης τοίνυν, φησὶ, τῆς πρὸς αὐτοὺς διαθήκης, οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους, τοῦτ' ἔστιν, οὐδενὸς ἀξίους ἡγήσεσθε λόγου. Ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρών. Φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος. Ὄρος ἐστὶν ὁ Λίβανος ἐν Φοινίκῃ τῶν ὅτι μάλιστα διαφανεστάτων, κέδροις τε καὶ τοῖς ἑτέροις τῶν ξύλων εὖ μάλα κατάκομον. Τούτῳ δὴ τῷ ὄρει παρεικάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὴν τῶν Ἰουδαίων συναγωγὴν, ἅτε δὴ καὶ ἀριθμοῦ κρείττονα τὴν τῶν ἐνοικούντων ἔχουσα πληθὺν, καθάπερ ἀμέλει καὶ διὰ φωνῆς ἑτέρου προφήτου τοῦ πρὸς αὐτήν φησιν. Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου. Ἐπένθησε τοίνυν ἡ γῆ, καὶ οὐχ ἁπλῶς πᾶσα, μόνη δὲ ἡ παθοῦσα τὴν ὑπὸ Ῥωμαίων δῄωσιν ἡ τῶν Ἰουδαίων γῆ. Τάχα που καὶ ἐγκαταλελειμμένη ὑπὸ Θεοῦ, καὶ τῆς ἀπ' αὐτοῦ θυμηδίας ἐξῳκισμένη. ᾘσχύνθη δὲ καὶ ὁ Λίβανος, τοῦτ' ἔστιν, ἡ Ἱερουσαλήμ. Ἡ γὰρ πάλαι περιφανὴς καὶ ἀοίδιμος, καὶ ταῖς ἄνωθεν εὐμενείαις πεπυργωμένη, καὶ ἄμαχον ἔχουσα τὴν κατὰ πάντων ἰσχὺν, πέπτωκεν ὑπὸ πόδας ἐχθρῶν, ἐμπέπρησται, καὶ ἠρήμωται, καὶ φειδοῦς ἐστέρηται τῆς παρὰ Θεοῦ, ἕλη