Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.725
Not analysed yet
γέγονεν ὁ Σαρών. Χῶρος δὲ κατὰ τὴν Ἰουδαίαν ἐστὶν, ᾧ ὄνομα Σαρωνᾶς, εὐήροτα μὲν ἔχων πεδία, πρὸς δέ γε τὸ χρῆναι γηπονεῖν ἐπιτηδείως ἔχοντα λίαν. Ἀλλ' ἡ οὕτως φησὶν εὔκαρπός τε καὶ γονιμωτάτη γῆ ἕλη γέγονε, τοῦτ' ἔστι, δασεῖα πλείστης ὅσης ἀκάνθης φυείσης ἐν αὐτῇ. Δέχεται δὲ πάλιν, ὡς ἐξ ὁμοιότητος τῶν ἐμφανεστέρων πνευματικὴν θεωρίαν. Κατεχερσώθη γὰρ ὥσπερ ὁ Ἰσραήλ· καὶ ἡ πάλαι καρπῶν ἡμέρων τροφὸς, καὶ οἷά τις ἀγαθὴ καὶ πίειρα γῆ, τοῦτ' ἔστιν, ἡ τῶν Ἰουδαίων συναγωγὴ γέγονεν ἀκανθοτόκος. «Ἔμεινα γὰρ, φησὶ, τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.» Ἀλλὰ ταυτὶ μὲν τοῖς Ἰουδαίοις συμβήσεται, δεδυσσεβήκασι γὰρ εἰς Χριστόν. Ἡ δέ γε Γαλιλαία, καὶ ὁ Κάρμηλος φανερὰ ἔσται, τοῦτ' ἔστιν, ἐμφανὴς, καὶ περίοπτος τοῖς ἁπανταχῆ. Γαλιλαίαν δέ φησι τὴν τῶν ἐθνῶν χώραν, ἤτοι τὰ ἔθνη. Καὶ τάχα που τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἣν καὶ τῷ Καρμήλῳ παρεικάζειν ἀξιοῖ. Κάρμηλος δὲ ὄρος ἐστὶ δασύ τε καὶ ὑψηλόν. Τοιαύτη δέ πως ἡ Ἐκκλησία Χριστοῦ. Πλεῖστοι γὰρ ὅσοι τεθήλασιν ἐν αὐτῇ θεοφιλῆ τὴν διάνοιαν ἔχοντες, καὶ παντὸς ἐπίμεστον ἀγαθοῦ, ὑψοῦ τε ἠρμένην, καὶ τῶν ἐπιγείων πραγμάτων ἀνῳκισμένην. Γέγραπται γὰρ ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Ὄρεσι τε τὴν Ἐκκλησίαν ἐξομοιοῦν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι. Νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ ὑμᾶς κατέδεται· καὶ ἔσονται ἔθνη κατακεκαυμένα, ὡς ἄκανθα ἐν ἀγρῷ ἐῤῥιμμένη, καὶ κατακεκαυμένη. Ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, ὡς ἐξ αὐτοῦ κατὰ φύσιν, καὶ ἀποῤῥήτως γεγενημένος, κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, καὶ ἐν σχήματι ἀνθρώπων γενόμενος τεταπείνωκεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου· θανάτου δὲ σταυροῦ. Ἐπειδὴ δὲ τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ὑπομείνας σταυρὸν ἀνεβίω πάλιν ὡς Θεὸς, τότε δὴ τότε τοῖς εἰς τοῦτο δυσσεβείας ἐληλακόσιν, ὡς μὴ ἀπειθῆσαι μόνον αὐτῷ, καίτοι καλοῦντι πρὸς ζωὴν, ἀλλὰ γὰρ λοιδορίαις τε καὶ αἰκίσμασι, καὶ αὐτῷ δὲ τῷ θανάτῳ τολμῆσαι περιβαλεῖν, τὴν αὐτοῖς πρέπουσαν ἐπήρτησε δίκην. Κἀκεῖ γὰρ κακῶς διολώλασιν, ἐμπεπρησμένων μὲν αὐτοῖς τῶν πόλεων. Καταδῃωθείσης δὲ εἰς ἅπαν τῆς γῆς, τότε δὴ τότε τὴν τοῦ παθόντος ἐμάνθανον δόξαν, καὶ ταῖς οὕτω δειναῖς καὶ ἀφύκτοις ἐνολισθήσαντες συμφοραῖς, ἔγνωσαν μόλις, ὡς οὐκ εἰς ἕνα τῶν προφητῶν τὰ τῆς δυσσεβείας αὐτοῖς ἀνοσίως ἐξεπράττετο, ἀλλὰ γὰρ εἰς αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν. Ὡς μελλούσης αὐτίκα δὴ μάλα τῆς θείας ὀργῆς ἐπιπίπτειν αὐτοῖς· Νῦν ἀναστήσομαι, φησὶ, λέγει Κύριος. Ἀνεξικακήσας γὰρ ὡς Θεὸς πρὸ τοῦ τιμίου σταυροῦ, πεπονθὼς ἤδη τὰ ἐπ' αὐτῷ μονονουχὶ καὶ κατεξανίσταται τῶν ἐχθρῶν. Ἐδοξάσθη δὲ καὶ ὑψώθη παραδοὺς μὲν εἰς ὄλεθρον τοὺς μέχρι παντὸς μεμαχημένους αὐτῷ, κεκληκὼς δὲ τὰ ἔθνη διὰ τῆς πίστεως, καὶ τῷ νοητῷ