Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.728
Not analysed yet
δὲ καὶ τῷ θείῳ καταφαιδρύνας φωτὶ τοὺς ἐν σκότῳ πάλαι· καὶ τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν εἰς νοῦν ἔχοντας, καὶ καρδίαν. Νῦν οὖν δοξασθήσομαι, νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε, ματαία γὰρ ἔσται τοῦ πνεύματος ὑμῶν ἡ ἰσχὺς, τοῦτ' ἔστιν, εἰς οὐδὲν ἐκτελευτήσει. Περιέσομαι γὰρ, καὶ οὐχ ἑκόντων ὑμῶν, καὶ πυρὸς ἔσεσθε τροφὴ, καθάπερ ἄκανθα ἐν ἀγρῷ κατακεκαυμένη, καὶ ἐῤῥιμμένη. Δεδαπάνηνται γὰρ, ὡς ἔφην, μονονουχὶ παμφάγῳ φλογὶ περιπεπτωκότες τοῖς ἐκ θείας ὀργῆς κινήμασιν. Ὡς γάρ φησιν ὁ μακάριος Μωσῆς· «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν.» Ἀκούσονται οἱ πόῤῥωθεν ἂ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, λήψεται γὰρ τρόμος τοὺς ἀσεβεῖς. Ἀπεστάλη μὲν παρὰ Θεοῦ καὶ Πατρὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ. Καὶ γὰρ ἦσαν αὐτῶν αἱ ἐπαγγελίαι, ἡ νομοθεσία, καὶ ἡ διαθήκη, καὶ οἱ πατέρες, καὶ διατετέλεκε μὲν τοῖς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν ἐμφανῆ καθιστὰς ἑαυτόν· καὶ τοῦτο μὲν διδασκαλίαις ταῖς ὑπὲρ νόμον χρώμενος, τοῦτο δὲ ταῖς ὑπὲρ λόγον καταπλήττων θεοσημείαις. Ἀλλὰ γέγονεν ἀνόνητον τοῖς Ἰουδαίοις παντελῶς τὸ χρῆμα διὰ πολλὴν σκαιότητα νοῦ. Ἐδίδασκε μὲν γὰρ ὁ Κύριος· οἱ δὲ Γραμματεῖς τε καὶ Φαρισαῖοι τοῖς ἀκροωμένοις ἐπιπλήττοντες ἔλεγον· «Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;» Πονηροῖς καὶ ἀκαθάρτοις ἐπετίμα πνεύμασι, καὶ τοῦτο μετ' ἐξουσίας, ὡς Θεός· οἱ δὲ τὴν οὕτως ὑπερφυᾶ καὶ ἀπόῤῥητον συκοφαντοῦντες ἰσχὺν ἀληθῶς, ἀπετόλμων λέγειν· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. Οὐκοῦν ἀπόπεμπτοι γεγόνασι, καὶ σφόδρα εἰκότως ἀμέτοχοι τῆς εἰς αὐτὸν ἐλπίδος. Μεμυσταγώγηνται δὲ τὰ ἔθνη, καὶ τὸ σωτήριόν τε καὶ εὐαγγελικὸν παρεδέξαντο κήρυγμα. Τοῦτο, οἶμαι, διδάσκει λέγων· Ἀκούσονται οἱ πόῤῥωθεν ἃ ἐποίησα. Ὅσον μὲν γὰρ ἧκεν εἴς γε τὸ πεπαιδεῦσθαι νόμῳ, γέγονεν ἐγγὺς ὁ Ἰσραήλ· ἀφειστήκεισαν δὲ τὰ ἔθνη τῆς πρὸς Θεὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, λελατρευκότα τῇ κτίσει παρὰ τὸν κτίσαντα· Ἀλλ' οὗτοι, φησὶν, ἀκούσονται ἃ ἐποίησα, οὐκ ἐθελήσαντος ἀκοῦσαι τοῦ Ἰσραήλ. Γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀπόλωλε γὰρ οὐκ εἰσάπαν ὁ Ἰσραήλ· πλεῖστοί γε μὴν καὶ ἐξ αὐτῶν πεπιστεύκασι, καὶ οἷον ἐγγὺς ὄντες Θεοῦ. Διὰ τὸ ἤδη λαχεῖν τὴν ἐν νόμῳ παίδευσιν, ἐγνώκασι τὴν ἰσχὺν τοῦ Χριστοῦ. Πεπιστεύκασι γὰρ ὅτι τεθαυματούργηκεν ὡς Θεός. Ἀλλ' οὗτοι μὲν γνώσονται, φησίν. Ἀπέστησαν δὲ καὶ ἔξω γεγόνασιν ὁλοτρόπως τῆς τῶν ἁγίων ἐλπίδος οἱ ἐν Σιὼν ἄνομοι. Λήψεται δὲ αὐτοὺς καὶ τρόμος, καίτοι λίαν ὄντας ἀσεβεῖς. Ἀρκέσει γὰρ τῶν ἐπενηνεγμένων αὐτοῖς συμφορῶν ἡ πεῖρα πρός γε τὸ δεῖν, καὶ καταδεῖσαι λοιπὸν τὸν παρ' αὐτῶν ὑβρισμόν. Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; Ὅτι σκληρᾷ καὶ ἀφύκτῳ περιπεσοῦνται κολάσει, πυρὸς ἐσόμενοι τροφὴ κατὰ τὸν τῆς κρίσεως καιρὸν οἱ δυσσεβοῦντες εἰς Χριστὸν, διαδείκνυσιν ἐν τού-