Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.729
Not analysed yet
τοις. Ἔφη γάρ που καὶ αὐτός· «Ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν.» Τοῖς δὴ οὖν ἄρα φησὶ σκληροκαρδίοις οὖσι, καὶ ἀπειθεῖν ᾑρημένοις ἀναγγελεῖ τὸν τόπον τὸν αἰώνιον, καὶ ὅτι πῦρ ηὐτρέπισταί τε καὶ ἀνακαίεται, καὶ τοῦτο διηνεκῶς. Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ προφήτης περὶ τῶν τεθνεώτων ταῖς ἑαυτῶν πλημμελείαις· «Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.» Πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδὸν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς, ἵνα μὴ ἴδῃ ἀδικίαν· οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. Βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόῤῥωθεν, ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον. Ὅτι μὲν οὖν κατοιχήσονται μὲν εἰς ᾅδου κολασθησόμενοι, περιπεσοῦνται δὲ τῇ ἀσβέστῳ φλογὶ ταῖς κατὰ Χριστοῦ δυσσεβείαις ἐνισχημένοι τινὲς, εὖ μάλα διαμεμήνυκε. Προσεπάγει δὲ χρησίμως, ᾧ καθίστησιν ἐναργὲς, τίνες ἂν εἶεν οἱ τῆς εἰς αἰῶνα ζωῆς μεταλαχεῖν ὀφείλοντες, καὶ τοῖς παρ' αὐτοῦ χαρίσμασι, θείοις δὲ δηλονότι καὶ πνευματικοῖς, ἐντρυφήσοντες κατὰ καιρούς. Ὁ γάρ τοι, φησὶ, πορευόμενος ἐν δικαιοσύνῃ, τοῦτ' ἔστιν, ὁ τὰ τῆς δικαιοσύνης ἔργα τετιμηκὼς, καὶ βίον ἐπασκήσας τὸν ἐξαίρετον, καὶ ὁ λαλῶν εὐθεῖαν ὁδὸν, τοῦτ ἔστιν, ὁ διὰ γλώττης ἔχων πᾶν ὅσον ἐστὶν ἀποφέρον εἰς τὸ εὐθὺ, καὶ ὁ μισῶν ἀδικίαν, καὶ πᾶς εἴ τις ἐστὶ φιλοχρηματίας ἀμείνων, καὶ δωροδοκίας ἐχθρὸς, καὶ τὴν καθ' αἵματος κρίσιν τῆς οἰκείας ἀποσοβῶν ἀκοῆς, ἀποστρέφων δὲ καὶ τοὺς ὀφθαλμοὺς, ὡς ἂν μή τι τῶν ἀδίκων θεάσαιτο, οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς. Ἐν ἀσφαλείᾳ γὰρ ἔσται, φησὶ, καὶ οἷον ἐν πέτρᾳ τὴν οἴκησιν ἕχων ἀκλόνητον, εὑρήσει τὴν ἐφ' ἅπασι τοῖς εὐκταίοις διαμονήν. Εἰκὸς δὲ δή που, καὶ πέτραν ἡμῖν ὠνομάσθαι διὰ τούτων τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ἐν ᾧ καθάπερ τι σπήλαιον, ἢ καὶ προβάτων σηκὸς ἡ Ἐκκλησία νοεῖται ἀσφαλῆ καὶ ἀκράδαντον ἔχουσα τὴν εἰς τὸ εὖ εἶναι διαμονήν· «Σὺ γὰρ εἶ Πέτρος,» φησὶν ὁ Σωτὴρ, «καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ θεμελιώσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Τῷ τοίνυν, φησὶν κατοικήσαντι ἐν τῇ τοιᾷδε πέτρᾳ δοθήσεται μὲν ἄρτος, χορηγηθήσεται δὲ καὶ ὕδωρ πιστόν. Τοῖς γὰρ οἰκοῦσι τὴν Ἐκκλησίαν, ἄρτος ζωῆς δίδοται, Χριστὸς, παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μὴν καὶ ὕδωρ πιστὸν τὸ τοῦ ἁγίου βαπτίσματος δηλονότι πιστοὺς καὶ ἑδραίους ἀποφαῖνον τοὺς ἀξιουμένους αὐτοῦ. Δίδοται γὰρ ἡ τοῦ ἁγίου βαπτίσματος χάρις τοῖς κεκαθαρμένοις διὰ τοῦ ἁγίου βαπτίσματος. Οἱ δέ γε λαβόντες βασιλέα μετὰ δόξης, ὄψεσθε,