Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.732
Not analysed yet
φησὶ, τοῦτ' ἐστι, Χριστόν. Ὄψεσθε δὲ καὶ γῆν πόῤῥωθεν, οὔπω γὰρ τεθεαμένοι τὴν γῆν, περὶ ἧς φησιν ὁ Σωτήρ· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Τοῖς τῆς διανοίας ὄμμασιν οἷον πόῤῥωθεν αὐτὴν οὖσαν ἔτι καταθεώμεθα. Ταύτῃ τοι καὶ μελετᾷν εἰθίσμεθα τὸν Θεοῦ φόβον, ἵνα ἐν αὐτῇ γενώμεθα καὶ ὁμοῦ τοῖς ἄλλοις ἁγίοις, τῶν διὰ Χριστοῦ χαρισμάτων ἀναπιμπλάμενοι δοξολογοῦμεν αὐτόν. Ποῦ εἰσὶν οἱ γραμματικοί; Ποῦ εἰσὶν οἱ συμβουλεύοντες; ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς συστρεφομένους μικρὸν καὶ μέγαν λαόν; ᾯ οὐ συνεβούλευσαν, οὐδὲ ᾔδει βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος· καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις. Καταστήσας ἐναργῆ τῶν εὐσεβεῖν ᾑρημένων τὰ γέρα, μέτεισι πάλιν ἐπὶ τὸ χρῆναι λυπεῖν, κατονειδίζων εἰκότως τοῖς τῶν Ἰουδαίων καθηγηταῖς ὡς ἡμαρτηκόσιν ἐξ ἀβουλίας τοῦ διὰ τῆς ἄνωθεν χάριτος εὐημερεῖν δύνασθαι, καὶ θεοφιλὲς ἔχειν εἰς ἀρετὴν τὸ σπούδασμα προσιεμένους τὴν πίστιν· τοῦτο μὲν οὐκ ἔδρων οἱ δείλαιοι, κατολισθαίνοντες δὲ μᾶλλον, εἰς τὰ αἰσχίω κατὰ πολλοὺς ἡλίσκοντο τρόπους. Καίτοι γὰρ τὸν νόμον οἱ λέγειν εἰωθότες, καὶ τὰς τῶν ἁγίων προφητῶν πολυπραγμονοῦντες φωνὰς, οὕτω δὲ εἰδέναι μὲν τὸν αὐτοῖς ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότα Θεὸν Λόγον, ἐπιλάμψαντά τε τοῖς ἐπὶ τῆς γῆς, ἠγνοήκασιν αὐτὸν, ἢ καὶ τάχα που συνέντες τὸ μυστήριον ἐπεφύοντο πικροί. Ἀποσταλέντα γὰρ τὸν Υἱὸν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς μετὰ τοὺς οἰκέτας ἐπιγνόντες ἔφασκον· «Οὗτος ἐστὶν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν ἑαυτοῖς τὴν κληρονομίαν αὐτοῦ.» Καὶ δὴ καὶ ἀπεκτόνασι τό γε ἧκον εἰς ἐγχειρημάτων δύναμιν, εἰ καὶ μὴ γέγονε κάτοχος ταῖς ᾅδου πύλαις. Καταθήγοντες ἐπ' αὐτοῦ τοὺς ὑπὸ χεῖρα λαοὺς, οἳ κατακεκράγασιν αὐτῷ Πιλάτῳ λέγοντες· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Καὶ ταύτης ἕνεκα τῆς αἰτίας, ὡς ταῖς ἀνωτάτω δυσσεβείαις ἔνοχοι, καὶ τῷ τῆς Κυριοκτονίας ἐγκλήματι κατηχθισμένοι, ξένοι μὲν γεγόνασι τῆς εἰς Χριστὸν ἐλπίδος, ἀπώλοντο δὲ τῆς πρὸς Θεὸν οἰκειότητος καὶ κατώλισθον εἰς ἀνηκέστους συμφοράς. Φησὶ τοιγαροῦν πρὸς αὐτούς· Ποῦ εἰσὶν οἱ γραμματικοί; ἀντὶ τοῦ, Ἐν τίσι γεγόνασι κακοῖς; Γραμματικοὺς δέ φησι τοὺς γραμματέας. Ποῦ εἰσιν οἱ συμβουλεύοντες; Καὶ τίνες ἂν εἶεν οὗτοι; Πάλιν οἱ τεταγμένοι πρὸς ἱερουργίαν περὶ ὧν ὁ Μωσέως φησὶ νόμος, ὅτι «Χείλη ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.» Ταῖς γὰρ παρὰ τῶν ἱερέων νουθεσίαις, ὁ ὑπὸ χεῖρα παιδαγωγεῖται λαός, Ποῦ τοίνυν οἱ συμβουλεύοντες; Ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς συστρεφομένους μικρὸν καὶ μέγαν λαόν; Ἐνταῦθά μοι πάλιν σημαινόμενος ἄθρει γραμματέας τε καὶ ἱερέας ἤτοι Φαρισαίους, οἳ κατεσώρευσαν τοῦ Χριστοῦ τοὺς ὑπὸ χεῖρα λαούς, καὶ συστροφὴν πεποίηνται δήμων μικρῶν καὶ μεγάλων· οἳ καὶ τὸ Πιλάτου περισχόντες οἰκητήριον, ἠξίουν ἀνεῖσθαι μὲν, φησὶ, σφίσι τὸν φονευτὴν Βαραββᾶν, σταυροῦσθαί γε μὴν τὸν ἐπ' οὐδενὶ τῶν ἀτόπων τὸ σύμπαν