Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.733
Not analysed yet
κατεγνωσμένον, φημὶ δὴ Χριστόν. Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν. Τούτου διαμέμνηται Ματθαῖός τε καὶ Μάρκος, οἱ μακάριοι εὐαγγελισταί. Πιλάτου γὰρ λέγοντος ὅτι χρὴ μᾶλλον τῇ ἑορτῇ τὸν Ἰησοῦν αὐτοῖς ἀνεῖσθαι πεπλημμεληκότα μηδὲν, ὁ Ματθαῖός φησιν, ὅτι οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους, ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσι. Τοῦτο δὲ αὐτὸ καὶ ὁ Μάρκος, ὡς ἔφην, ἐναργέστατα λέγει. Ποῦ τοίνυν ὁ ἀριθμῶν τοὺς συστρεφομένους μικρὸν καὶ μέγαν λαὸν, ᾧ οὐ συνεβούλευσαν, οὐδὲ ᾔδει βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις. Καὶ δυσχερεστάτη μὲν λίαν ἡ τῶν λέξεων συνθήκη, καὶ δυσκάτοπτος ὁ ἐν αὐτοῖς νοῦς ἐστιν. Ἐρῶ δὲ ὡς ἔνι. Ποῦ γὰρ, φησὶν, ὁ ἀριθμῶν τοὺς συστρεφομένους μικρὸν καὶ μέγαν λαὸν, ᾧ λαῷ οὐ συνεβούλευσαν; Ὁ μὲν γὰρ πολὺς, ὡς ἔοικε, δῆμος ἠγνόει Χριστὸν ὄντα Υἱὸν τοῦ Θεοῦ τὸν καταβοώμενον, ἔδρων δὲ τοῦτο διὰ τὸ τοὺς ἐγνωκότας, τοῦτ' ἔστι, τοὺς ἡγουμένους, μὴ συμβουλεῦσαι μᾶλλον αὐτῷ τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν. Οὐ γὰρ ᾔδει, φησὶν, ὁ λαὸς τὸν βαθύφωνον, τοῦτ' ἔστι, Χριστόν. Βαθύφωνον δὲ αὐτὸν ὀνομάζει, διά τοι τὸ κεκρυμμένους εἶναι, καὶ ὡς ἐν αἰνίγμασι καὶ παραβολαῖς τοὺς παρ' αὐτοῦ λόγους. Καὶ γοῦν εἰσκεκόμισται διὰ τῆς τοῦ ψάλλοντος λύρας οὕτω λέγων· «Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.» Προσελάλει δὲ καὶ τοῖς Ἰουδαίοις ἐν παραβολαῖς. Οὐκοῦν οὐ συνεβούλευσαν τῷ λαῷ, φησὶν, ἀλλ' οὐδὲ ᾔδει τὸν βαθύφωνον. Οὐ συνεβούλευσαν δὲ ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος. Εἰ γὰρ ἦσαν συμβουλεύσαντες, οὐκ ἂν ἤκουσε λαὸς πεφαυλισμένος. Μακάριοι δὲ μᾶλλον ὡς ἐπεγνωκότες τὸν Λυτρωτήν. Ἀλλ' οὐκ ἦν, φησὶ, τῷ ἀκούοντι σύνεσις. Ἀσύνετοι γὰρ ὄντες οἱ Ἰουδαῖοι, τὰς τῶν ἡγουμένων οὐκ ἐδοκίμαζον φωνὰς, οὐδὲ διέκρινον πότερόν ποτε χρηστὰ συμβουλεύουσιν, ἢ δρῶσι τὸ ἐναντίον. Ἰδοὺ Σιὼν ἡ πόλις, τὸ Σωτήριον ἡμῶν, οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν. Τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς, καὶ εὐρύχωροι. Διὰ μέσου τεθειμένων τῶν τοῦ Θεοῦ λόγων οὓς πεποίηται πρὸς τοὺς ἀσυνέτους τῶν Ἰουδαίων γραμματικοὺς, καὶ τοὺς ἀνόσια συμβουλεύοντας, εἰσφέρεται πάλιν τὸ πρόσωπον τῶν τῆς ἀληθείας ἐραστῶν, ἐπεγνωκότων τε τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ καὶ λεγόντων· Ἢ τὴν ἐπὶ γῆς Ἐκκλησίαν, ἤγουν τὴν ἐν οὐρανοῖς τὴν ἄνω καλλίπολιν, τὴν τῶν ἁγίων τροφόν. Ὥστε κἂν εἴτε τὴν ἐπὶ γῆς Ἐκκλησίαν ὀνομάσειέ τις, εἵτ' οὖν ἐκείνην εἰς νοῦν δέξαιτο, ἓν ἔσται τὸ δι' ἀμφοῖν δηλούμενον. Οἱ γὰρ ἐν τῇ κάτω γεγονότες, ἔσονται κατὰ καιροὺς καὶ ἐν ἐκείνῃ τῇ ἄνω καὶ ἐν οὐρανοῖς. Οὐκοῦν ἐπειδήπερ ἐκ περιχαρείας πολλῆς