Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.736
Not analysed yet
μονονουχὶ, καὶ ἀνασκιρτῶσιν ἐπεγνωκότες τὴν Σιὼν, ἐν ᾗ τὸ σωτήριον ἡμῶν, τοῦτ' ἔστι, Χριστὸς, ἀλλήλοις αὐτὴν καταδεικνύουσιν, εὐθὺς ὁ θεῖος διαδέχεται λόγος τὰς παρ' αὐτῶν φωνὰς, καί φησιν· Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις πλουσία· καὶ διαλέγεται μὲν ὡς ἐξ ὁμοιότητος τῆς ἀρχαίας καὶ ἐν τῂ ἐρήμῳ σκηνῆς. Πλουσίαν τε ὀνομάζει τὴν Σιὼν, καὶ ἀκατάσειστον ἔσεσθαι τὴν σκηνήν. Διϊσχυρίζεται γὰρ, ἄῤῥηκτα μὲν ἔχουσα τὰ σχοινία, πασσάλους δὲ πεπηγότας διηνεκῶς. Ἐρήρεισται γὰρ ἡ Ἐκκλησία, καὶ ἀκράδαντον ἔχει τὴν εἰς τὸ εὖ εἶναι διαμονήν· «Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς.» Καὶ ἀποδίδωσι τὴν αἰτίαν, δι' ἣν ἔσται τοιαύτη, καί φησι τοῖς πιστεύσασιν εἰς Χριστὸν, ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν. Τοῖς μὲν γὰρ οὐ προσηκαμένοις τὴν πίστιν, οὐ μέγα καὶ δεδοξασμένον ἐστὶ τὸ ὄνομα τοῦ Χριστοῦ. Παρ' ἡμῖν δὲ τοῖς πιστεύσασι, μέγα καὶ ὑψηλόν. Προσκυνοῦμεν γὰρ ὡς Θεὸν, ὡς Υἱὸν ἀληθῶς τοῦ Πατρὸς, ὡς ἐνανθρωπήσαντα Λόγον ἐπὶ σωτηρίᾳ τῶν ὅλων. Αὕτη τοίνυν, φησὶν, ἡ ἀεὶ μένουσα σκηνὴ τόπος ὑμῖν ἔσται. Πόλιν γὰρ ὥσπερ πεποιήμεθα τὴν Ἐκκλησίαν Χριστοῦ τῆς ἄνω τὸν τύπον. Ἔσονται δὲ ἐν αὐτῇ ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι. Σημαίνει δὲ διὰ τούτων τοὺς ἁγίους εὐαγγελιστὰς, τοὺς ἀποστόλους, τοὺς τῶν Ἐκκλησιῶν κατὰ καιροὺς ἡγουμένους, οἳ ποταμίου νάματος δίκην τὰς τῶν πιστευσάντων κατάρδουσι διανοίας, τοῖς παρὰ Θεοῦ λόγοις αὐτὰς ἐπικλύζοντες, καὶ ἀμφιλαφῆ παράκλησιν ἐνιέντες αὐτοῖς, δῆλον δὲ ὅτι τὴν διὰ τοῦ ἁγίου Πνεύματος. Ἀλλ' οὗτοι πάντες οἱ ποταμοὶ καὶ αἱ διώρυχες ἕνα τῶν ἀνωτάτω δέχονται, δῆλον δὲ ὅτι Χριστὸν, περὶ οὗ γέγραπται· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Φησὶ δέ που καὶ αὐτὸς διὰ φωνῆς προφήτου περὶ τῶν ἰδίων προσκυνητῶν· «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Οὐ πορεύσῃ ταύτην τὴν ὁδὸν, οὐδὲ πορεύσεται πλοῖον ἔναυλον. Ὁ γὰρ Θεός μου μέγας ἐστίν. Οὐ παρελεύσεταί με Κύριος. Κριτὴς ἡμῶν Κύριος, ἄρχων ἡμῶν Κύριος· αὐτὸς ἡμᾶς σώσει. Μεταπεφοίτηκε πάλιν ὁ λόγος ἐπὶ τὸ τῶν πιστευσάντων πρόσωπον. Ἐπειδὴ γὰρ ποταμῶν, καὶ διωρύγων ἐποιήσατο μνήμην, ταύτῃ τοι, καὶ σφόδρα εἰκότως, ὡς περὶ πλοίου φησί. Καὶ τί δὴ ἄρα δηλοῖ, διατρανοῦν πειράσομαι. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας κατεληΐζετο τὴν οἰκουμένην, οὐδενὸς ἐπιτιμῶντος, ὁ Σατανᾶς. Ἐπειδὴ δὲ λελυτρώμεθα διὰ Χριστοῦ, καὶ τὴν ἁγίαν οἰκοῦντες σκηνὴν, φημὶ δὴ τὴν Ἐκκλησίαν τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς ἐνσπαταλῶμεν λόγοις, κατεθαρσήσαμεν τοῦ πάλαι πλεονεκτεῖν ἰσχύοντος, καὶ ὅτι τηρήσει Χριστὸς τὰς καρδίας ἡμῶν, οὐκ ἐφιεὶς τῷ τῆς ἀνομίας εὑρετῇ κατεπεμβαίνειν αὐτῶν· διὸ οἱ πεπιστευκότες φαμὲν πρὸς αὐτόν· Οὐ πορεύσῃ ταύτην τὴν ὁδὸν, οὐδὲ πορεύσεται πλοῖον ἔναυλον, τοῦτ' ἔστιν, οὐκ ἐσόμεθα