Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.737
Not analysed yet
βάσιμοι ταῖς σαῖς ἔτι πλεονεξίαις· ἀλλ' οὐδὲ ἐν τούτοις εὑρεθήσῃ τοῖς ποταμοῖς, καθάπερ τι πλοῖον ἔναυλον. Ἀλλ' ἴσως φαίη τις ἄν· Πόθεν τοῦτο λέγειν τεθαρσήκατε; Ναὶ, φησὶν, ἔχομεν τὸ θαρσεῖν. Ὁ γὰρ Θεός μου μέγας ἐστὶ, καὶ οὐ παρελεύσεταί με· τοῦτ' ἔστιν, οὐ διελεύσεται δι' ἐμοῦ, καθὰ καὶ πρώην ὁ Σατανᾶς. Οὐχ ὑποκείσομαι τοῖς ἐκείνου ποσί· Κύριος γὰρ ἡμῶν ἐστι κριτής. Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος αὐτὸς ἡμᾶς σώσει. Πάλαι μὲν γὰρ αὐτὸς ἦν ἐκεῖνος ὁ δυστροπώτατός τε, καὶ ἀπηνὴς ἄρχων ἡμῶν. Ἐπειδὴ δὲ τὸν εὐαγγελικὸν καὶ σωτήριον ὑπεδράμομεν ζυγὸν, κριτὴν ἐσχήκαμεν ἄρχοντα, βασιλέα, Κύριον, τὸν Υἱὸν, καὶ αὐτὸς ἡμᾶς σώσει. Ἑτέρως δὲ τοῦτο διδάσκει λέγων αὐτὸς ὁ προφήτης Ἡσαΐας, περί τε τῆς Ἐκκλησίας τοῦ Θεοῦ, καὶ περὶ τῶν ἐν πίστει τῇ ἐν Χριστῷ δεδικαιωμένων· Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται, καὶ οὐκ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐδὲν, οὐ μὴ ἀναβῇ ἐκεῖ. Ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι διὰ τὸν Κύριον. Ἐῤῥάγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν. Ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἔως οὗ παραδοθῇ εἰς προνομήν. Πλοίου διαμνημονεύσας, καὶ σκηνὴν ὀνομάσας, ἔχεται πάλιν τῆς τοῦ Θεοῦ διεκβολῆς· καί φησιν, ὡς πρός γε τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ἤτοι τὴν σκηνὴν, ὅτι Ἐῤῥάγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσε. Τῆς μὲν γὰρ Σιὼν τῆς πόλεως τῆς πλουσίας οὐ διαῤῥαγήσεσθαι τὰ σχοινία φησὶν εἰς τὸν αἰῶνα χρόνον. Τεθεμελίωκε γὰρ, ὡς ἔφην, ἐπὶ πέτραν τὴν ἑαυτοῦ Ἐκκλησίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ἐῤῥάγη δὲ ὥσπερ τὰ σχοινία τῆς Ἰουδαίων σκηνῆς, οὐ γὰρ ἴσχυσαν. Ὥσπερ δὲ ἀνέμου ῥαγδαίου καταχεομένου νηὸς συντείνεται τὰ ἱστία, καὶ χαλᾶται μὲν οὐδαμῶς οὐκ ἐφιέντος τοῦ πνεύματος, ὑπομένει δὲ τὴν ναυαγίαν· οὕτω, φησὶ, καὶ ὁ σὸς ἱστὸς κέκλιται, καὶ οὐ μὴ χαλάσῃ τὰ ἱστία. Οὐκοῦν ὡς ἐξ εἰκόνος τῶν ναυτιλλομένων τοῦ συμβεβηκότος τῇ τῶν Ἰουδαίων Συναγωγῇ ποιεῖται τὴν δήλωσιν. Ἀλλ' οὐδὲ σημεῖον ἀρεῖ, φησίν. Μενεῖ δὲ οὕτως ἕως οὗ παραδοθῇ εἰς προνομήν. Ἰδοὺ καὶ τούτῳ χρῆται παραδείγματι, πολυτρόπως ἡμῖν σημαίνων τὰ συμβεβηκότα αὐτοῖς. Ἔθος μὲν γὰρ τοῖς ἐν πολέμῳ νενικηκόσι ἐπαίρειν σημεῖον, ἤτοι τρόπαιον ὑψοῦν. Οἱ δέ γε ἡττώμενοι, σημεῖον οὐκ αἴρουσιν. Οὐκ ἀρεῖ τοίνυν, φησὶν, σημεῖον, τοῦτ' ἔστιν, οὐ περιγενήσεται τῶν ἐχθρῶν, ἀσθενήσει δὲ μᾶλλον, ἕως οὗ παραδοθῇ εἰς προνομήν. Σημαίνει δὲ διὰ τούτων ἁπάντων, ὅτι καὶ ὑπὸ πόδας κείσεται τοῦ Σατανᾶ, καὶ ναυαγίαν ὑπομενεῖ, καὶ οὐ περιέσται ποτὲ τῆς ἐκείνου δυστροπίας, καθάπερ ἀμέλει, καὶ οἱ τὴν ἀκατάσειστον οἰκοῦντες σκηνὴν, ἔσται δὲ μᾶλλον εἰς προνομὴν αὐτῷ. Τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι, καὶ οὐ μὴ εἴπῃ· Κοπιῶ, ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς· ἀφείθη γὰρ αὐτοῖς ἡ ἁμαρτία. Ἰουδαῖοι μὲν γὰρ, καίτοι τὸ ὀρθοποδεῖν δύνασθαι λαχόντες ἀπό γε τῆς ἐν νόμῳ παιδαγωγίας, εἰς προ-