Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.740
Not analysed yet
νομὴν δέδονται τῷ Σατανᾷ. Οἱ δέ γε ἐξ ἐθνῶν, καίτοι χωλεύουσαν ἔχοντες τὴν διάνοιαν, ἐπεπλάνηντο γὰρ καὶ ὀρθὰς ἰέναι τρίβους οὐκ ᾔδεσαν, ποιήσουσι προνομήν. Κερδανοῦσι γὰρ τὰ παρὰ Θεοῦ, νικῶντες τὸν Σατανᾶν. Ὅτι δὲ καὶ τὸ τῆς ἁμαρτίας δυσαχθὲς φορτίον ἀποπεμψάμενοι, πνευματικὴν ἕξουσι τὴν ἀνάπαυσιν διατρανοῖ λέγων· Οὐ μὴ εἴπῃ, Κοπιῶ, ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς· ἀφείθη γὰρ αὐτοῖς ἡ ἁμαρτία. Οἱ μὲν γὰρ ἐξ αἵματος Ἰσραὴλ, ἅτε δὴ καὶ ἐπηρμένης αὐτοῖς τῆς ἁμαρτίας· προσήκατο γὰρ οὐδαμῶς τὴν δικαιοῦσαν χάριν, εἰκότως δέδονται προνομὴ, καὶ οἷον αἰχμάλωτοι τῷ τῆς ἁμαρτίας εὑρέτῃ. Οἱ δὲ ἀμείνους γεγονότες τοῦ κατηγορεῖσθαι διὰ τὴν ἁμαρτίαν, ἀφῄρηται γὰρ Χριστοῦ διασμήχοντος, ἁπάσης εἴσω γενήσονται θυμηδίας, ἀπαλλαχθήσονται δὲ καὶ κόπου παντὸς, ἀποπεμψάμενοι τὸ λυποῦν. Τούτων καὶ ὁ μακάριος Δαβὶδ διαμέμνηται λέγων· «Μακάριοι, ὧν ἀφείθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Μακάριος ἀνὴρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν.» Καίτοι λέγοντος τοῦ πλημμελεῖν εἰωθότος, ὅτι «Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ.» Δυσφόρητος δὲ καὶ ἄνομος [Rumfr. legit ὁ νόμος] ἦν. Καὶ γοῦν ἔφη Χριστός· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες. Ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ· ἡ οἰκουμένη, καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. Διότι ὁ θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἡ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ ἀπολέσαι αὐτοὺς, καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν. Οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται; καὶ οἱ νεκροὶ, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμὴ, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν. Καὶ εἱλιχθήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει σῦκα ἀπὸ συκῆς. Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ. Ναυαγίῳ περιπεσεῖν τὴν τῶν Ἰουδαίων Συναγωγὴν εὖ μάλα διειρηκὼς, καὶ ὅτι παραδοθήσεται τοῖς καταδῃοῦσιν αὐτὴν εἰς προνομήν τε καὶ ἅλωσιν· καὶ τούτοις ἐπενεγκὼν τὴν τῶν ἐθνῶν κλῆσιν· Πολλοὶ γὰρ χωλοὶ, φησὶ, προνομὴν ποιήσουσιν· ἀναγκαίαν ποιεῖται τὴν κατήχησιν τοῖς ποτε μὲν χωλεύουσαν ἔχουσι τὴν διάνοιαν, μεμαθηκόσι δὲ τὸ ὀρθοποδεῖν διὰ πίστεως τῆς εἰς Χριστόν. Διαμνημονεύει τοιγαροῦν τῆς κατὰ πάντα ἐσομένης κρίσεως μικρῶν τε καὶ μεγάλων. Ταύτῃ τοι φησὶν ὡς ἔτι πόῤῥω καθεστηκόσι τοῖς ἔθνεσι· Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες. Τὸ δὲ, προσαγάγετε, τέθεικεν, ἀντὶ τοῦ, προσεγγίσατε. Ἕως μὲν γάρ εἰσιν ἐν τῷ πλανᾶσθαι τυχὸν, καὶ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, πόῤῥω που Θεοῦ καθεστήκασιν. Ἐξῃρημένης δὲ τῆς αἰτίας, ἐφ' ᾗ καὶ μακρὰν εἶναι λέγονται, προσοικειοῦνται Θεῷ, καὶ ἐγγὺς γενέσθαι νοοῦνται, μέτοχοι γεγονότες αὐτοῦ, διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος. Ἐγγίσατε τοίνυν, φησὶν, ἔθνη τε καὶ ἄρχοντες. Ἀκουσάτωσαν δὲ καὶ ἡ γῆ, καὶ οἱ ἐν αὐτῇ,