Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.741.1
Not analysed yet
ἡ οἰκουμένη, καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. Καὶ τί δὴ τὸ δηλούμενον; Ἐπήρτηται γὰρ ὀργὴ, φησὶν, ἐπὶ πάντας τοὺς ἐν αὐτῇ, καὶ οὐχ ἁπλῶς ἢ ἀδιακρίτως· ἥξει δὲ μᾶλλον ἐπ' ἐκείνους, οἳ καὶ ἀναπόβλητον ἐσχήκασι τὴν ἁμαρτίαν, καὶ ταῖς ἑαυτῶν ψυχαῖς τὸν ἐκ τοῦ πλημμελεῖν ῥύπον ἐντετηγμένον. Ὅτι δὲ καὶ ἀπολοῦνται, καὶ οἷον εἰς ὄλεθρον καὶ σφαγὴν παραδοθήσονται, καὶ καταμιανοῦσι τὸν πάντα χῶρον, ὡς ἐπὶ σωμάτων διολωλότων τὸ τοῦ λόγου διαπλάττει σχῆμα. Βραχήσεται γὰρ, φησὶ, τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν. Εἶτα τὸν τοῦδε καιρὸν ἐμφανῆ καθιστὰς, τὴν τοῦ κόσμου συντέλειαν εἰς μέσον ἄγει, καί φησιν, Εἱλιχθήσεται μὲν ὡς βιβλίον ὁ οὐρανὸς, ἐν ἴσῳ δὲ φύλλοις τὰ ἄστρα πεσεῖται. Ὡς γὰρ ὁ τοῦ Σωτῆρος εἴρηκε μαθητὴς περὶ τῆς ἐσχάτης ἡμέρας· «Ὅτι ἐν αὐτῇ μὲν οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται, γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται πάντα. Καινοὺς δὲ οὐρανοὺς, καὶ καινὴν γῆν κατὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.» Οὐκοῦν τὸ εἱλιχθήσεσθαι τὸν οὐρανὸν, πεσεῖσθαι δὲ καὶ τὰ ἄστρα, τὸν τοῦδε τοῦ παντὸς ἀνακαινισμὸν ὑπεμφαίνειεν ἄν. Ἐλευθερωθήσεσθαι δὲ τὴν κτίσιν, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Προστιθεὶς δὲ ὅτι, Ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ, δίδωσι νοεῖν, ὅτι τῆς θείας ὀργῆς ἡ ἔφοδος οὐ κατὰ μόνων ἥξει τῶν ἐπὶ τῆς γῆς, ἀλλὰ γὰρ καὶ κατ' αὐτῶν δραμεῖται τῶν ἀκαθάρτων πνευμάτων, οὓς καὶ κοσμοκράτορας τοῦ σκότους, καὶ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις ὀνομάζειν ἔθος τοῖς ἱεροῖς Γράμμασι. Κολασθήσονται γὰρ καὶ οἷον κατακορέσουσι, δι' ἧς ὑφίστανται δίκης τὴν τοῦ Θεοῦ μάχαιραν, τετυραννευκότες μὲν εἰς χρόνους μακροὺς, καὶ ὅλην ἀπολέσαντες τό γε ἧκον ἐπ' αὐτοῖς τὴν ὑπ' οὐρανόν· ἐξαιτούμενοί τε τῶν οὕτω δεινῶν δυσσεβειῶν τὰς δίκας. Ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται, καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως. Ἡ μάχαιρα Κυρίου ἐνεπλήσθη αἱμάτων, ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν, καὶ ἀπὸ στέατος ταύρων, καὶ κριῶν. Ἀπὸ τῆς καθ' ὅλου κρίσεως καταβιβάζει τὸν λόγον ἐπὶ τὴν τοῖς Ἰδουμαίοις ἐπενηνεγμένην κόλασιν, διά τοι τὴν εἰς Χριστὸν δυσσέβειαν. Ἰδουμαίαν γε μὴν τὴν Ἰουδαίαν ἀποκαλεῖ· βραχὺ παραλλάξας, ἵνα φαίνοιτο καὶ κατασκώπτων αὐτήν. Ὁ μὲν γὰρ ἐξ Ἰσαὰκ γεγονὼς Ἡσαῦ, βρώσεως μιᾶς καταπωλήσας τὰ πρωτοτόκια, κέκληται δὲ δικαίως Ἐδὼμ, τοῦτ' ἔστι, γήϊνος· φρόνημα γὰρ ἦν τοιούτων ἐν αὐτῷ· ἀπ' αὐτοῦ δὲ λοιπὸν οἱ ἐξ αὐτοῦ κέκληνται, τοῦτ' ἔστιν, Ἰδουμαῖοι. Γήϊνοι γὰρ καὶ αὐτοὶ, γεῶδες ἔχειν τὸ φρόνημα οἰηθεῖεν ἂν, ὡς ἀπό γέ φημι τῆς τοῦ ὀνόματος ἑρμηνείας. Ἰδουμαίαν τοίνυν τὴν Ἰουδαίαν ἀποκαλεῖ, ὡς οὐκ εἰδυῖαν τὰ ἄνω φρονεῖν, ἐνιζήσασαν δὲ μᾶλλον τοῖς ἐπιγείοις πράγμασι, καὶ σαρκικὸν ἔχουσαν τὸ φρόνημα. Ἰδοὺ τοιγαροῦν, ἡ ἐν τῷ οὐρανῷ μεθυσθεῖσα μάχαιρα, φησὶ, καταβήσεται νῦν ἐπὶ τὴν Ἰουδαίαν, ἤτοι τὴν Ἰδουμαίαν, καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας, πλὴν μετὰ κρίσεως. Ἀπωλείας δὲ λαὸς τίς ἂν ἕτερος εἴη παρά γε τὸν Ἰσραήλ; Οὐ γὰρ ἠθέλησε τιμῆσαι