Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.744
Not analysed yet
τῇ πίστει τὸν Λυτρωτήν. Πλὴν ἡ μάχαιρα μετὰ κρίσεως, ἤτοι μετὰ δικαιοκρισίας· οὐ γὰρ ἁπλῶς, ἢ ἀδιακρίτως, καὶ οἷον ἄρδην ἀπόλωλεν ὁ Ἰσραὴλ, ἀλλὰ σέσωται τὸ κατάλειμμα διὰ πίστεως, δηλονότι τῆς εἰς Χριστόν. Κέκληνται γὰρ καὶ ἐξ Ἰουδαίας οὐκ εὐαρίθμητοι, καὶ πεπιστεύκασιν εἰς Χριστόν. Ἐπὶ δὲ τοῖς ἀπειθήκασιν ἐνεπλήσθη αἵματος ἡ τοῦ Κυρίου μάχαιρα, τοῦτ' ἔστιν, ἡ ὀργὴ μονονουχὶ κατασφάξασα, καὶ οἷόν τινας κριοὺς, καὶ ταύρους ἁδροὺς καὶ πίονας καταστρώσασα, οἷς ἂν εἰκότως λέγοιτο πρὸς ἡμῶν· «Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε, ὀλολύξαντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.» Προσεποίσομεν δὲ τούτοις τὸ, Ἐτρυφήσατε, ἐνσπαταλήσατε ἐπὶ τῆς γῆς, ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς. Τοιοῦτοι γὰρ γεγόνασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καταβοσκόμενοι μὲν τρόπον τινὰ τόπον πίονα καὶ εὐρύχωρον τὰς ἐκ τῶν λαῶν καρποφορίας· καταπιανθέντες δὲ ὥσπερ ταῖς παρὰ πάντων τιμαῖς. Ἀλλ' ὡς κριοὶ καὶ ταῦροι πεπτώκασι, τῇ τοῦ Κυρίου μαχαίρᾳ περιπεσόντες οἱ δείλαοι. Ὅτι θυσία Κυρίῳ ἐν Βοσὸρ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ· καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ' αὐτῶν, καὶ οἱ κριοὶ, καὶ οἱ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται. Βοσὸρ ἑρμηνεύεται συνοχὴ, καὶ ὀχύρωσις, καὶ εὐαγγελισμὸς, καὶ μέν τοι καὶ σάρξ. Τὴν τοίνυν Ἰδουμαίαν καὶ Βοσὸρ ὀνομάζει, ἵνα νοήσῃς σαρκίνην, ἢ συνησχημένην, τοῦτ' ἔστι, πολιορκηθεῖσαν· ἤγουν εὐαγγγελισμὸν, εὐηγγελίσατο γὰρ ἐν αὐτῇ Χριστός. Προσθείην δ' ἂν, ὅτι καὶ ὀχύρωσις· Κύριος γὰρ ἧν κύκλῳ αὐτῆς, καὶ κύκλῳ τοῦ λαοῦ αὐτοῦ, καθὰ γέγραπται. Ἀλλ' ἐν ταύτῃ, φησὶ, θυσία τῷ Κυρίῳ. Τέθυνται γὰρ ταῖς τῶν πολιορκησάντων μαχαίραις, καὶ οὐκ εἰς ὀσμὴν εὐωδίας ἀναβαίνοντες τῷ Θεῷ, ἀλλ' εἰς κόρον τῆς καταπαιούσης αὐτοὺς μαχαίρας. Ὅτι δὲ οὐχὶ ἐν μόνῃ τῇ Ἰδουμαίᾳ δαπανηθήσεται πληθὺς, ἀλλὰ γὰρ καὶ τῶν ἐπισήμων ἐν αὐτοῖς, πλείστη τε ὅση καὶ ἐλεεινὴ γενήσεται πτῶσις, αἰνιγματωδῶς ὑπεμφαίνει λέγων, τοὺς ἁδροὺς, καὶ τοὺς κριοὺς, καὶ τοὺς ταύρους πεσεῖσθαι μετ' αὐτῶν, καὶ ὅτι μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος αὐτῶν, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται. Ὡς γὰρ ἐπὶ ταύρων, καὶ κριῶν ἐῤῥιμμένων εἰς γῆν, καὶ αἵματός τε χύσιν ἱέντων, πολλὴν ὑπὸ τοῦ κατατήκεσθαι, μόνον δὲ οὐχὶ καὶ καταρδόντων αὐτὴν τοιαῦτά φησιν. Ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιών. Καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον· καὶ ἔσται ἡ γῆ αὐτῆς καιομένη, ὡς πίσσα, νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω. Εἰς γενεὰς ἐρημωθήσεται, καὶ κατοικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι, καὶ ἴβεις, καὶ κόρακες. Καὶ ἐπιβληθήσεται ἐπ' αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.