Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.756
Not analysed yet
ἐσκόρπισεν ὁ Σατανᾶς, δηλοῖ δὲ τὰ ἔθνη, καὶ οὐ μὴ πλανηθῶσι. Πάλαι μὲν γὰρ πεπλάνηνται ξύλοις τε καὶ λίθοις λελατρευκότες, καὶ σκολιὰς ἰόντες ὁδούς. Νῦν δὲ μαθήσονται τὴν εὐθεῖαν καὶ καθαρὰν τὴν πρὸς ἁγίαν ζωὴν ἀποφέρουσαν τρίβον. Ὅτι δὲ καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐλεύθεροι γεγονότες τὸν οὕτως εὐκλεᾶ διαζήσονται βίον, διαλευκαίνει λέγων, ὡς Οὔτε λέων, οὔτε μὴν ἕτερόν τι τῶν πονηρῶν θηρίων ἐκεῖ ἔσται, τοῦτ' ἔστιν, ἐν τῇ ὁδῷ τῇ καθαρᾷ. Πάλαι μὲν γὰρ οἷά τις ἄγριος θὴρ ὁμοῦ τοῖς ἀνοσίοις πνεύμασιν ἐπεπήδα τοῖς ἐπὶ γῆς ὁ τῆς ἁμαρτίας εὑρετής· ἀλλ' ἠσθένησεν ἐν Χριστῷ, ἀπελήλαται δὲ τῆς τῶν πιστευσάντων ἀγέλης, καὶ τῆς κατ' αὐτῶν πλεονεξίας ἐξεσοβήθη παρὰ Χριστοῦ. Ἐν ταύτῃ τοιγαροῦν τῇ ὁδῷ τῇ καθαρᾷ οἱ διὰ Χριστοῦ λελυτρωμένοι, καὶ συναχθέντες διὰ τῆς πίστεως εἰς ὁμοψυχίαν βαδιοῦνται, καὶ τὴν πάλαι τρίβον ἀφέντες ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σιὼν, τοῦτ' ἔστιν, τὴν Ἐκκλησίαν, τὴν δὲ ἐπὶ γῆς, καὶ ἐν οὐρανοῖς εὐφροσύνην ἔχοντες τὴν ἀμύρητον. Δοξολογήσουσι γὰρ τὸν διασώσαντα Θεόν. Ἀγαλλίαμα δὲ καὶ εὐφροσύνη, καὶ πᾶν εἶδος τῆς ἐν Χριστῷ θυμηδίας, καταλήψεται αὐτοὺς, καὶ ἄγευστοι παντελῶς λύπης ἔσονται, καὶ στεναγμοῦ. Οἱ γὰρ ἐπ' ἐλπίσι ταῖς οὕτω λαμπραῖς κεκλημένοι, οἱ τῆς εἰς αἰῶνα ζωῆς ἐσόμενοι κληρονόμοι, καὶ δόξης τῆς ἄνωθεν καταπλουτεῖν μέλλοντες τὰ αὐχήματα, καὶ αὐτῷ δὲ προσδοκῶντες συμβουλεῦσαι Χριστῷ, ποίας ἔσονται λύπης μέτοχοι; ἢ ποῖον εἰσδέξονται στεναγμόν; τὸν τῶν ὅλων Θεὸν τὰ πονηρὰ τῶν θηρίων κατανεμηθήσονται καὶ καταλύσουσιν. Ἡσθήσονται γὰρ μᾶλλον ὡς ἐν παντὶ πάντη τε καὶ πάντως ἐσόμενοι καλῷ. ΤΟΜΟΣ Δʹ. Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἐζεχίου, ἀνέβη Σεναχειρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λαχῆς εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεχίαν, μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. Ἐναργὴς μὲν ἅπασι τοῖς φιλομαθεστέροις τῆς ἱστορίας ὁ λόγος· ἐρῶ δ' οὖν ὅμως βραχυλογήσας ὡς ἕνι. Βασιλεύοντος τοῦ Ἄχαζ ἐν τοῖς Ἱεροσολύμοις, εἶτα Φακεὲ τοῦ Ῥωμελίου, καὶ τοῦ Ῥαασσὼν τοῦ βασιλέως Συρίας ἐκπολιορκούντων τὴν Ἰουδαίαν, καὶ αὐτοῖς δὲ τοῖς Ἱεροσολύμοις ἐπαφεῖναι τὴν χεῖρα βουλευσαμένων, ἀτονήσας πρὸς ἀντίστασιν ὁ μνημονευθεὶς, πρεσβείαν ἐστέλλετο, καὶ δὴ καὶ ἐκάλει πρὸς ἐπικουρίαν τὸν Θεγλαφαλλασὰρ Ἀσσυρίων βασιλέα, καὶ δώροις αὐτὸν ἀναπείθει πολλοῖς ἐπαμῦναί τέ οἱ, καὶ τὰς τῶν ἐπ' αὐτὸν συμπεφωνηκότων βασιλέων, τοῦ τε τῆς Σαμαρείας φημὶ, καὶ τοῦ τῆς Συρίας ἀνακόψαι πλεονεξίας. Οὗ δὴ γεγονότος, διολώλασι μὲν οἱ πολεμοῦντες αὐτῷ. Εἷλε γὰρ τήν τε Δαμασκὸν, καὶ τὴν Συρίαν ὁ Ἀσσύριος, γέγονε δὲ ὑπὸ χεῖρα τὴν αὐτοῦ, καὶ ὑπὸ δασμὸν καὶ τέλη λοιπὸν ὁ