Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.757
Not analysed yet
Ἄχαζ. Ἦν δὲ τῶν ὅτι μάλιστα φαυλοτάτων. Εἰδωλολάτρης τε γὰρ καὶ θεομισὴς καὶ τοὺς ἄλλους τάχα που νενικηκὼς ἅπαντας ταῖς κατὰ τοῦ Θεοῦ δυστροπίαις. Καταλύσαντος δὲ τὸν ἀνθρώπινον βίον τοῦ Ἄχαζ, βεβασίλευκεν ἀντ' αὐτοῦ Ἐζεχίας, υἱὸς μὲν ὢν αὐτοῦ, πλὴν ἀνὴρ θεοφιλὴς, καὶ τῆς ἀνωτάτω δικαιοσύνης καὶ εὐσεβείας ἀνημμένος τὰ αὐχήματα. Οὗτος ἠθέτησεν, φησὶ, ἐν τῷ βασιλεῖ Ἀσσυρίων. Οὐ γὰρ ἠνέσχετο τὴν ἑαυτοῦ βασιλείαν ὑπὸ δασμοὺς ἐᾶσαι γενέσθαι, καθάπερ ἀμέλει καὶ Ἄχαζ. Ταύτης ἕνεκα τῆς αἰτίας ὁ Σεναχειρεὶμ ὁ τῶν Ἀσσυρίων βασιλεὺς, ὡς ὀφείλων ἔχειν ὑπὸ δασμοὺς τήν τε Ἰουδαίαν ἅπασαν, καὶ αὐτήν τε τὴν παρ' αὐτοῖς βασιλείαν, ἀνεκαίετο μὲν εἰς ὀργὰς, καταδῃώσας δὲ τὴν Σαμάρειαν καὶ ταῖς κατὰ τὴν Ἰουδαίαν πόλεσιν ἐπηφίει τὴν στρατιὰν, ἑλὼν δὲ πολλὰς, ἐπ' αὐτὰ λοιπὸν τὰ Ἱεροσόλυμα πέμπει τὸν Ῥαψάκην, οὐχ ὅπλα τέως κινήσοντα πολέμου νόμῳ, ἀπειλαῖς δὲ μᾶλλον, καὶ ὑποσχέσεσι ταῖς εἰς ἡμερότητα δελεάσοντα τὸ δημοτικόν. Καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος, καὶ Σομνὰς ὁ γραμματεὺς, καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος. Καὶ εἶπεν αὐτοῖς Ῥαψάκης· Εἴπατε Ἐζεχίᾳ· Τάδε λέγει ὁ βασιλεὺς, ὁ μέγας βασιλεὺς Ἀσσυρίων· Μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; Καὶ νῦν ἐπὶ τίνι πέποιθας, ὅτι ἀπειθεῖς μοι; Ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην, τὴν κεκλασμένην ταύτην ἐπ' Αἴγυπτον, ὃς ἂν ἐπ' αὐτὴν ἐπιστηριχθῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ. Οὗτός ἐστι Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ. Κεκλεισμένων δηλονότι τῶν πυλῶν, καὶ τοῖς τείχεσιν ἐφεστηκότος δήμου πάντως που τοῦ μαχιμωτάτου, τὴν τῶν πρεσβειῶν ἀποτελοῦντος χρείαν, ἐξῄεσαν πρὸς Ῥαψάκην οἱ ἀπόλεκτοι τοῦ βασιλέως, καὶ προὔχοντες ἐν ἱερουργοῖς. Ὁ δὲ Περσικῆς ὠμότητος ὢν, ἔχων δὲ στόμα λαλοῦν μεγάλα, κατὰ τὸ γεγραμμένον, τῆς τοῦ Θεοῦ δόξης κατεθρασύνετο. Καὶ ψιλῇ μὲν κλήσει τὸν Ἐζεχίαν ὀνομάζει, οὐ προστεθεικὼς βασιλέα· οὐχ ἕτερόν τι τῶν ὅσα ἐστὶ τῶν ἐν τοιαύταις ὑπεροχαῖς πρεπωδέστατα. Τὸν δέ γε τῶν Ἀσσυρίων βασιλέα, οὐχ ἁπλῶς αὐτὸ δὴ τοῦτό φησιν, ἀλλὰ καὶ μέγαν ἀποκαλεῖ. Φησὶ δὲ ὅτι, Μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; Ἐπειδὴ γὰρ Ἰουδαῖοι τὸν διὰ Μωσέως νόμον ἔχοντες σοφώτεροι τῶν ἄλλων ἐθνῶν ἐνομίζοντο· καὶ γοῦν ἔφασκον, Μακάριοί ἐσμεν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ Κυρίῳ γνωστὰ ἡμῖν ἐστι· καταφέρει πρὸς τὸ μηδὲν ὁ Ῥαψάκης τὸ ἐπὶ τούτῳ καύχημα πολέμου, καὶ μάχης ἐνεστηκότων ἀνόνητον παντελῶς ἔσεσθαι λέγων εἰς ἐπικουρίαν αὐτοῖς, καὶ τὸ ἐν εἰδήσει νόμων, καὶ τὸ συνετὸν καὶ μόναις βουλαῖς, καὶ αὐτὸ δὴ τὸ ἐν λόγοις οἱονεί πως ἐντριβές. Ἐπειδὴ δέ τινες τῶν βεβασιλευκότων τῆς Ἰουδαίας εἰς ἐπικουρίαν κεκλήκασι τῶν Αἰγυπτίων τὴν χεῖρα, καίτοι τοῦτο δρῶντες ἐκτόπως, ᾠήθη καὶ νῦν ὁ Ἀσσύριος, οὐκ ἐπὶ Θεῷ μᾶλλον πεποιθέναι τὸν Ἐζεχίαν, ἀλλ' ἑτέροις τισὶ, μᾶλλον δὲ τοῖς τῶν Αἰγυπτίων ἔχουσι τὴν γῆν. Ταύτῃ τοι καλαμίνην αὐ-