Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.77
Not analysed yet
πᾶν ὁτιοῦν τῶν κατεψεγμένων, καὶ πολλὴν ἔχοντας ἐκ νόμου τὴν καταβοήν. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ὀλίγα πεφροντικότες τῆς εἰς Θεὸν αἰδοῦς, καὶ τῆς δοθείσης αὐτοῖς διὰ Μωσέως ἐντολῆς ἀλογήσαντες, πολυτρόπως ἡλίσκοντο· δεδράκασι δὲ τὰ πάντων χείριστα καὶ εἰς αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Ἐξηγεῖται τοιγαροῦν ποτὲ μὲν τῆς εἰς τὸν νόμον ἀπονοίας αὐτῶν τὰ ἐγκλήματα, καὶ τὰς ἐπὶ τούτῳ δίκας, ἃς ἐξῄτηνται δικαίως, πολεμούντων αὐτοῖς τὸ τηνικάδε Περσῶν καὶ Βαβυλωνίων, Ἰδουμαίων, Ἐλαμιτῶν, καὶ ἑτέρων ἐθνῶν· ποτὲ δὲ τῆς κατὰ Χριστοῦ μανίας ἐγκαλεῖ τοὺς τρόπους, καὶ ὅσα συμβέβηκε ταύτης ἕνεκα τῆς αἰτίας παθεῖν αὐτοὺς, καταστρατευόντων τῆς Ἰουδαίας ἁπάσης τὴν ὑπὸ χεῖρα πληθὺν Οὐεσπασιανοῦ τε καὶ Τίτου. Ἐξηγεῖται τοίνυν τὸ παρὸν ὁ λόγος ἡμῖν τὰ πρὸ τῆς ἐπιδημίας τῆς Ἰουδαίων Συναγωγῆς πλημμελήματα· ταύτης ἕνεκα τῆς αἰτίας ἀνεῖσθαί φησι, τοῦτ' ἔστι, δεδόσθαι τοῖς ἐχθροῖς παρὰ Θεοῦ τὸν λαὸν αὐτοῦ, διά τοι τὸ πάλιν ἑλέσθαι νοσεῖν τὰ ἐν ἀρχαῖς, καὶ παλινδρομῆσαι πρὸς ἀνοσιότητα τὴν πρώτην. Λελατρεύκασι μὲν γὰρ ἐν Αἰγύπτῳ τοῖς ἐπιχωρίοις θεοῖς ἤτοι δαίμοσιν· εἶτα λελύτρωνται διὰ Μωσέως Θεοῦ κατοικτείροντος, ἀπηλλάττοντό τε ὁμοῦ ψυχικῆς τε ἅμα καὶ σαρκικῆς δουλείας. Ὥσπερ γὰρ ἀπεσείσαντο τῆς Αἰγυπτίων πλεονεξίας τὸν ζυγόν· οὕτω καὶ τῆς τῶν δαιμόνων σκαιότητος ἀπηλλάττοντο, λατρεύοντες μὲν οὐκέτι τοῖς ψευδωνύμοις θεοῖς, νόμῳ δὲ μᾶλλον τῷ διὰ Μωσέως παιδαγωγούμενοι πρὸς τὸ ἀληθὲς, ἕνα τε καὶ φύσει καὶ ἀληθῶς ἐπιγινώσκοντες Θεόν. Ἤκουον γὰρ νομοθετοῦντός τε καὶ λέγοντος ἐν Χωρήβ· «Οὐ ποιήσεις σαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. Οὐ προσκυνήσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου.» Γέγραπται δὲ καὶ ἐν τῷ Δευτερονομίῳ· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. Οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ, ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί. Μαντευόμενος μαντείαν, καὶ κληδονιζόμενος, καὶ οἰωνιζόμενος, φαρμακὸς, ἐπαοιδὸς, ἐγγαστρίμυθος, καὶ τερατοσκόπος, καὶ ἐπερωτῶν τοὺς νεκρούς. Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα. Τέλειος ἔσῃ ἐναντίον Κυρίου σου. Τὰ γὰρ ἔθνη ταῦτα, οὓς σὺ κατακληρονομεῖς αὐτοὺς, οὗτοι κληδονισμῶν καὶ μαντειῶν ἀκούσονται. Καὶ σοὶ οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου.» Καὶ ταῦτα μὲν ὁ νόμος· ἐπειδὴ δὲ ἦσαν εὐπαρακόμιστοι καὶ πολὺ δὴ λίαν ἕτοιμοι πρὸς ἀπόστασιν, δῆλον δὲ ὅτι τὴν ἀπὸ Θεοῦ, προσενομοθέτει λέγων· «Ἐὰν δὲ εἰσαγάγῃ σε ὁ Κύριος ὁ Θεὸς εἰς τὴν γῆν, εἰς ἣν πορεύσῃ ἐκεῖ κληρονομῆσαι, καὶ ἐξαρεῖς ἔθνη μεγάλα, καὶ πολλὰ καὶ ἰσχυρὰ πρὸ προσώπου σου (τὸν δεῖνα φησὶ, καὶ τὸν δεῖνα), καὶ παραδῷ αὐτοὺς Κύριος ὁ Θεός σου εἰς χεῖράς σου, καὶ πατάξεις αὐτούς. Ἀφανισμῷ ἀφανιεῖς αὐτοὺς, οὐ διαθήσῃ αὐ-