Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.769
Not analysed yet
Κατειλημμένης τάχα που τῆς Λάχης, καὶ ὑπὸ χεῖρα γεγενημένης τὴν βαρβαρικὴν, ἐπολιορκεῖτο μετ' ἐκείνην ἡ Λαμνὰ, ἐκεῖ Ῥαψάκης κατειληφέναι λέγεται τὸν Ἀσσύριον· ὁ δ' ἐτεθορύβητο λίαν. Κατεστράτευσε γὰρ αὐτοῦ Θαραθὰ Αἰθιόπων βασιλεύς. Εἶτα δεδιὼς μὴ καταληφθείσης αὐτῷ τῆς χώρας ἔξω γένοιτο θώκων τῶν περιφανεστάτων, ἀφίησι μὲν τὴν Ἰουδαίαν, σπεύδει δὲ μᾶλλον εἰς τὴν ἑαυτοῦ· πλὴν οὐ καθυφῆκε τῆς ἐνούσης ὠμότητος αὐτῷ. Πρὸς ἀκράτους δὲ ὥσπερ ὀργὰς ἀνακεκαυμένος, διά τοι τάχα που τὸ μὴ θελῆσαι τοὺς ἐξ Ἰσραὴλ, ἤτοι τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν τοῖς τοῦ Ῥαψάκου λόγοις ἀναπεπεισμένους αὐτομολῆσαι παρ' αὐτὸν, ἀθυροστομεῖ δὴ πάλιν κατὰ τῆς τοῦ Θεοῦ δόξης ὁ δείλαιος· καί τισι τῶν οἰκείων ἐντέλλεται δρομαίως ἰέναι πρὸς Ἐζεχίαν ἀπαγγεῖλαί τέ οἱ τὰ παρ' αὐτοῦ. Ταῦτα δὲ ἦσαν δυσφημίαι κατὰ Θεοῦ λέγοντος σαφῶς· ἐπειδὴ τῶν ἑτέρων χωρῶν ἤτοι ἐθνῶν οἱ θεοὶ τοῖς προσκυνοῦσιν αὐτοὺς συνδιολώλασι, μηδ' ἂν αὐτὸν ἰσχύσαι τὸν τῶν Ἑβραίων Θεὸν ἐξελέσθαι τε αὐτοὺς, καὶ τῆς Ἀσσυρίων ἐξαρπάσαι χειρός. Εἶτα πόλεις ἀπαριθμεῖται πεπορθημένας, ἃς καὶ ἦν εἰκὸς δύνασθαι πολλὰ, ἐξ ὧν ἕτεροι πεπόνθασι. Διὰ τούτων αὐτῶν καταπτοῶν, ὡς τεθνηξομένους, καὶ τοὺς ἐπ' αὐτῷ πεποιθότας τῷ πάντων κρατοῦντι Θεῷ. Καὶ ἔλαβεν Ἐζεχίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἤνοιξεν αὐτὸ ἔναντι Κυρίου· καὶ προσηύξατο Ἐζεχίας πρὸς Κύριον λέγων· Κύριε Σαβαὼθ ὁ Θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σὺ μόνος Θεὸς εἶ πάσης βασιλείας τῆς οἰκουμένης. Σὺ ἐποίησας τὸν οὐρανὸν, καὶ τὴν γῆν. Εἰσάκουσον, Κύριε, εἰσβλέψον, Κύριε, καὶ ἴδε τοὺς λόγους, οὓς ἀπέστειλε Σεναχηρεὶμ, ὀνειδίζειν Θεὸν ζῶντα. Ἐκ πολλῆς ἄγαν τῆς εἰς Θεὸν εὐσεβείας ἁπλοῖ τὸ βιβλίον, οὐχ ὡς ἀγνοοῦντι Θεῷ τῆς τοῦ Σεναχηρεὶμ ἀλαζονείας τὸ μέγεθος, κατακεκραγὼς δὲ μᾶλλον τῆς βαρβαρικῆς ἀπονοίας, καὶ οἱονεὶ μάρτυρα τῆς ἐκείνου θρασυστομίας ποιούμενος αὐτὸν τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεόν. Ἄθρει δὲ ὅπως τοῖς τοῦ Σεναχηρεὶμ ἀναφέρεται λόγοις, ἀνατείνων τὴν ἱκετηρίαν. Ὁ μὲν γὰρ τό γε ἧκον ἐπ' αὐτῷ τὴν τοῦ Θεοῦ δόξαν κατακερτομῶν· Μή σε ἀπατάτω, φησὶν, ὁ Θεός σου, ἐφ' ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ λέγων· Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. Ὁ δὲ τῆς ἐξουσίας ὁμολογεῖ τὸ μέγεθος, Κύριον Σαβαὼθ ὀνομάζων αὐτὸν, καὶ Θεὸν Ἰσραὴλ, καὶ ἐπὶ πᾶσαν τὴν κτίσιν τὴν ἄνω τε καὶ λογικήν. Σὺ γὰρ εἶ, φησὶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ. Προσομολογεῖ δὲ ὅτι κἂν εἰ λέγοιντό τινες ἐπὶ γῆς βασιλεῖς· ἀλλ' οὖν ὁ φύσει τε καὶ ἀληθῶς βασιλεὺς, καὶ πάντα ὑπὸ πόδας ἔχων, αὐτὸς ἂν εἴη καὶ μόνος ὁ γῆς τε καὶ οὐρανοῦ δημιουργὸς, καὶ ὑποστήσας νεύματι τὰ οὐκ ὄντα ποτέ. Εἰσακοῦσαι δὲ παρακαλεῖ καὶ εἰσβλέψαι, τοῦτ' ἔστι, μὴ παραβλέψαι, καὶ παρελθεῖν, τὰς οὕτω πικρὰς δυσφημίας· ἀλλ' ἐν δίκῃ κολάσαι τὸν ἀλιτήριον. Ὠνείδισε γὰρ Θεὸν ζῶντα, φησὶ, τοῦτ' ἔστι, κατ' οὐδὲν ἐοικότα τοῖς τῶν ἐθνῶν, οἷς ἐκεῖνος παρεικάζων αὐτὸν ἀνοσίως κατεθρασύνετο.