Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.772
Not analysed yet
Ἐπ' ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην, καὶ τὴν χώραν αὐτῶν, καὶ ἀνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ. Οὐ γὰρ θεοὶ ἦσαν, ἀλλ' ἔργα χειρῶν ἀνθρώπων, ξύλα, καὶ λίθος, καὶ ἀπώλεσαν αὐτούς. Σὺ δὲ, Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρῶν αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ Θεὸς μόνος. Ἀκήκοα, φησὶ, τοῦ βαρβάρου λέγοντος· Μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός μου; Κἂν εἰ τοῦτο λέγοι τις, ἐπαινῶ καὶ πείθομαι. Κεκρατήκασι γὰρ ἁπάσης τῆς γῆς, καὶ τὰς πόλεις ἐνέπρησαν, οὐδὲν ἀπόνασθαι δυναμένης τῶν ψευδωνύμων θεῶν· σεσώκασι γὰρ οὐδένα. Πῶς γὰρ, ἢ πόθεν, ξύλου τε καὶ λίθου πεποιημένα καὶ τέχνης ἔργα λιθουργικῆς, καὶ τεκτόνων ὄντες φιλοτεχνήματα· Ταύτῃ τοι καὶ τοῖς ἰδίος προσκυνηταῖς ὁμοῦ διολώλασιν. Ἀλλὰ σὺ, σῶσον ἡμᾶς, ὦ Δέσποτα. Τεκμήριον γὰρ, καὶ τοῦτο, καὶ ἀναπείθει πᾶσαν τὴν ὑπ' οὐρανὸν, εἴς γε τὸ χρῆναι διακεῖσθαι, καὶ ἀραρότως ὅτι σὺ μόνος εἶ Θεός. Ὥσπερ γὰρ τὸ ἁλῶναι τὰς ἐθνῶν χώρας κατεμαρτύρησε τῶν ψευδωνύμων θεῶν, τὸ μηδὲν εἶναι παντελῶς· οὕτω, καὶ τὸ διαφυγεῖν τῆς ἐκείνου χειρὸς ἔξω γενέσθαι τὴν Ἱερουσαλὴμ τὴν ὑπὸ σοί τε καὶ σὴν μονονουχὶ καὶ διαμαρτύρεται, καὶ σαφῆ ποιήσεται τοῖς ἁπανταχοῦ τὴν ἀνάῤῥησιν τῆς σῆς εὐσθενείας, καὶ ἀκηράτου δόξης, καὶ ὅτι μόνος εἶ αὐτὸς ὁ Θεὸς ἔν τε οὐρανῷ, καὶ ἐπὶ γῆς Καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεχίαν, καὶ εἶπεν αὐτῷ· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σεναχηρεὶμ βασιλέως Ἀσσυρίων. Οὐ μακρὰν ὁ σώζων, ἀλλ' ἐγγὺς καὶ οἱονεὶ κατὰ πόδας τῆς προσευχῆς τῶν αἰτηθέντων τὸ πέρας. Ἀποστέλλεται μὲν γὰρ ὁ προφήτης· σεσιγηκὼς δὲ τέως τὰ ἐπὶ τῷ βαρβάρῳ, καὶ τὴν ἐπ' αὐτῷ τοῦ Θεοῦ ψῆφον οὐκ ἀπαγγείλας· Τάδε λέγει Κύριος, φησὶν, ὁ Θεὸς Ἰσραήλ. Ἐπιῤῥώννυσι τὸν πεπιστευκότα, καὶ οὐχ ἕνα τινὰ τῶν ψευδωνύμων θεῶν ἀποφαίνει τὸν ἀποστείλαντα, εὐθαρσῆ δὲ μᾶλλον ἀποτελῶν Κύριον ὀνομάζει, καὶ Θεὸν Ἰσραήλ. Ἐπαινεῖ δὲ ὥσπερ καὶ ἀποδέχεται λέγων· Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σεναχηρεὶμ βασιλέως Ἀσσυρίων. Μονονουχὶ γὰρ, φησὶν, ἀποδέχομαι τὸν ζῆλον, οἶδα τὴν φιλοθεΐαν, ἀφόρητον ἐποιήσω τὴν κατ' ἐμοῦ δυσφημίαν· προσῆλθε δεδακρυμένος, καὶ οἷον ἀλγήσας ὑπὲρ ἐμοῦ, καὶ σὴν ἐποιήσω λύπην τοὺς εἰς ἐμὲ γεγονότας ὀνειδισμούς. Ἀξιεπαινετώτατος τοίνυν τῶν ἁγίων ὁ ζῆλος, καὶ τῆς τοῦ Θεοῦ δόξης δυσφημουμένης, ὅταν ἀλγήσωσιν αὐτοὶ, Θεὸς κατευφραίνεται. Οὗτος ὁ λόγος ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεός· Ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών· ἐπὶ σοὶ κεφαλὴν ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ. Τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; Καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν Ἅγιον τοῦ Ἰσραὴλ, ὅτι δι' ἀγγέλων ὠνείδισας Κύριον. Ἐμφανῆ λοιπὸν τὴν ἐπὶ τῷ βαρβάρῳ καθίστησι