Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.80
Not analysed yet
τοῖς διαθήκην, οὔτε μὴ ἐλεήσεις αὐτοὺς, οὐδ' οὐ μὴ γαμβρεύσηται πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις· καὶ ὀργισθήσεται θυμῷ Κύριος εἰς ὑμᾶς, καὶ ἐξολοθρεύσει σε τὸ τάχος.» Πάντα γὰρ τρόπον ἀσφαλείας αὐτοῖς ἐπενόει Θεὸς, καὶ καθά φησι τὸ Γράμμα τὸ ἱερὸν, Νόμον εἰς βοήθειαν ἔδωκεν. Οἱ δὲ τῶν οὕτω σεπτῶν ἐνταλμάτων ἠφειδηκότες, ἐτράποντο παραλόγως εἰς πᾶν τῶν ἐντεταλμένων τὸ ἐναντίον. Προσέκειντο γὰρ κληδονισμοῖς, καὶ ψευδομαντείαις καὶ παρὰ τοῖς τῶν εἰδώλων προσιζηκότων ζητεῖν ἐσπούδαζον τῶν ἐσομένων τὴν γνῶσιν, καίτοι προφήταις ἁγίοις ἐπιτιμῶντές τε καὶ λέγοντες· «Ἀλλὰ ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.» Συνῆσαν δὲ καὶ ταῖς τῶν ὁμόρων ἐθνῶν θυγατράσιν, ἀπειρηκότος τοῦ νόμου τὸ χρῆμα. Γύναιά τε πονηρὰ καὶ θεομισῆ, καὶ τοῖς τῆς εἰδωλολατρείας ἔθεσιν ἐντεθραμμένα παρανόμως εἰσοικισάμενοι, παίδων ἀλλοτρίων γεγόνασι πατέρες, οἳ καὶ ἀνετρέφοντο τοῖς τῶν μητέρων ἔθεσι, τὸν διὰ Μωσέως νόμον, οὐδ' ὅσον εἰπεῖν, εἰδέναι προσποιούμενοι. Ταύτῃ τοί φησιν, ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπαρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν ὡσεὶ τῶν ἀλλοφύλων, καὶ τέκνα ἀλλόφυλα ἐγε[ν]ήθησαν αὐτοῖς. Ἦν δὲ σφόδρα τῶν ἀτόπων, καὶ πάναισχρον ἀληθῶς, τὴν ἁγίαν πόλιν κατῳκηκότας, τοὺς ἐξ ἀλλοφύλων γυναικῶν γεγονότας αὐτοῖς υἱεῖς, ἔθεσιν Ἑλληνικοῖς πολιτεύεσθαι καὶ ζῇν ἔξω νόμου. Καὶ τοῦ Θεοῦ προστάττοντος πᾶν παιδίον ἄρσεν ὀκταήμερον περιτέμνεσθαι, λέγοντός τε σαφῶς. «Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιόν μου·» οἱ δὲ τοῦτο μὲν οὐκ ἔδρων, ἀπεκομίζοντο δὲ τοῖς δαίμοσι τὰ γεννώμενα, καὶ ἐν τοῖς τῶν εἰδώλων τεμένεσι τὰς ἐπ' αὐτοῖς ἐτέλουν θυσίας. Ὁρᾷς πανταχῆ πεπατηκότας τὸν νόμον. Εἶτα πῶς ἦν ἀκόλουθον τοὺς εἰς τοῦτο λοιπὸν ἥκοντας ἀσεβείας, ὡς μήτε εἰδέναι βούλεσθαι τὸν λυτρωτὴν, αὐτοῦ λαὸν ὀνομάζεσθαι; Οὐκοῦν ὁσία ψῆφος ἡ ἐπ' αὐτοῖς, καὶ τῆς ἀποστροφῆς οὐκ ἀγεννὴς ἡ πρόφασις. «Ἀπροσωπόληπτος γὰρ ὁ τῶν ὅλων κριτής.» Ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσοῦ, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσθη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τῶν ἁρμάτων αὐτῶν. Δύο δὴ πάλιν αὐτοῖς τὰ πάντων μάλιστα τῶν κακῶν αἰσχίονα προσεῖναί φησι, φιλαργυρίαν τε ὁμοῦ καὶ ὑπεροψίαν. Καὶ ῥίζα μὲν ὅτι πάντων ἐστὶ τῶν κακῶν ἡ φιλαργυρία, μεμαρτύρηκεν ἐναργῶς ὁ σοφώτατος Παῦλος. Ἀπηχθημένον δὲ ὅτι τῆς ἀλαζον[ε]ίας τὸ χρῆμα παρὰ Θεῷ, παντί τῳ σαφές. Γέγραπται γὰρ, ὅτι «Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.» Φαυλότητος τίνα τρόπον οὐκ ἄν τις ἐνόντα βλέποι παρά γε τοῖς ἐθέλουσι πλουτεῖν; ποιοῖντο γὰρ οἱ τοιοίδε τὴν τῶν χρημάτων συγκομιδὴν ἔκ τε τόκων καὶ πλεονασμῶν, ἐκ πλεονεξίας καὶ ἀδικίας, ἐξ ἁρπαγῆς καὶ συκοφαντίας. Πρόσεστι δὲ τῷ πλούτῳ καὶ τὸ ἀγέρωχον, καὶ τὸ λίαν ἕτοιμον εἰς ἀποφορὰν τῶν ἐκτόπων καὶ βδελυρωτάτων ἡδονῶν. Ὅπου γὰρ τὸ τρυφᾷν, ἐκεῖ που πάντως κῶμοι