Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.773
Not analysed yet
ψῆφον· καί φησιν ὅτι μυκτηρισμὸν ἐπ' αὐτῷ ποιήσεται, καὶ καταδονήσει τὴν κεφαλὴν παρθένος θυγάτηρ Σιὼν ἤτοι ἡ Ἱερουσαλήμ. Φαμὲν δὲ ὅτι παρθένον, καὶ θυγατέρα τὴν Σιὼν ἤτοι τὴν Ἱερουσαλὴμ ὀνομάζει· καὶ παρθένον μὲν ὡς ἀμόλυντον, καὶ τὸν τῆς βδελυρᾶς εἰδωλολατρίας οὐκ ἔχουσαν μῶμον· θυγατέρα δὲ, ὅτι τὴν παρὰ πατρὸς ὀφειλομένην διάθεσιν τοῖς ἐξ αὐτοῦ τέκνοις ὑπονενέμηκεν αὐτῇ. Ἐφαύλισε δὲ τὸν Ἀσσύριον, ἤτοι κεφαλὴν ἐπ' αὐτῷ κεκίνηκέ τινα τρόπον· ἐπεμειδίασε γὰρ ἡττωμένῳ, καὶ οἷον ᾠδὴν καὶ μέλος ἐναρμόνιον τὰς αὐτοῦ πεποίηται συμφοράς. Εἶτα πρὸς αὐτόν φησι· Τίνα ὠνείδισας, καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; Ἆρα γὰρ ἕνα τῶν ψευδωνύμων θεῶν ταῖς οὕτω θερμαῖς ἐλύπεις φωναῖς; Καίτοι πῶς οὐκ ἔδει, φησὶ, τὸν τῆς διανοίας ὀφθαλμὸν εἰς ὕψος ἐπᾶραι, ἐννοῆσαί τε ἄρα, τίς δὴ καὶ πόσος ἐστὶν ὁ Θεὸς τοῦ Ἰσραήλ; Ἔδει καὶ ἐπ' αὐτῆς τῆς τῶν κτισμάτων θέας, τῆς τοῦ δημιουργοῦ δυνάμεως τὸ μέγεθος, ἀναλόγως ἰδεῖν. Ἔδει τῆς δόξης καταθρῆσαι τὸ ὕψος, καὶ μηδὲν ἐπ' αὐτῷ λογίσασθαι τῶν χθαμαλωτέρων. Ἀλλ' οὐδενὸς τῶν τοιούτων διαμνημονεύσας, φησὶν, ὠνείδισας τὸν Κύριον. Σὺ γὰρ εἶπας· Τῷ πλήθει τῶν ἁρμάτων ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ, καὶ τὸ κάλλος αὐτῆς, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ, καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὕδατος. Τῆς Περσικῆς ἀλαζονείας ἐξηγεῖται τὸν ὄγκον, καὶ τὸ ἀσύνετον φύσημα, καὶ τῆς μεγαληγορίας τὸ μέγεθος. Λιβάνῳ γὰρ παρεικάζει, καθὰ καὶ φθάσαντες ἔφημεν, τήν τε τῶν Ἰουδαίων χώραν, καὶ αὐτὴν τάχα που τῶν Σαμαρειτῶν, ἣν κατῳκήκασιν αἱ δέκα φυλαί. Ὁ μὲν γὰρ Λίβανος ὄρος ἐστὶν ἐν Φοινίκῃ κέδροις τῶν ξύλων ὑψοῦ δὴ λίαν ἠρμένοις εὐθαλὲς καὶ κατάκομον. Νοεῖται δέ πως τοιαύτη τῶν Ἰουδαίων ἡ χώρα, ὑψηλὴ μὲν, ὅτι Θεὸς ἦν ὁ ἐπαμύνων αὐτῇ, δασεῖά γε μὴν, ὅτι ἀριθμοῦ κρείττονας ὁρᾶσθαι τοὺς ἐν αὐτῇ. Ἀλλ' εἷλον μὲν τὴν Σαμάρειαν οἱ Ἀσσύριοι τύραννοι, συγκατεδῄωσε δὲ αὐτῇ, καὶ τῆς Ἰουδαίας οὐκ εὐαριθμήτους πόλεις. Σὺ τοίνυν, φησὶν, ὦ Ἀσσύριε, γαῦρον ἔχων τὸ φρόνημα, καὶ τῶν γεγονότων τὴν ἔκβασιν ταῖς αὐτοῦ δυνάμεσιν ἀνατιθεὶς, εἶπος ὅτι Τῷ πλήθει τῶν ἁρμάτων ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, τοῦτ' ἔστιν, ἐπ' αὐτὴν τὴν βασιλείαν τὴν παρά γε τοῖς ἐξ Ἰσραήλ. Ἔκοψα τὸ ὕψος τοῦ κέδρου αὐτοῦ. Αὐτοῦ τίνος; Τοῦ Λιβάνου, δηλονότι τῆς Ἰουδαίας. Ὕψος δὲ κέδρου τὴν παρ' αὐτοῖς βασιλείαν φησὶ, καὶ εἰσῆλθεν εἰς ὕψος μέρους τοῦ δρυμοῦ. Ὡς γὰρ ἔφην, τῇ τῶν Σαμαρειτῶν συνδιολώλασι πολλαὶ τῆς Ἰουδαίας πόλεις. Ἔφης δὲ ὅτι Ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα, καὶ πᾶσαν συναγωγὴν ὕδατος. Πέρσαι γὰρ καὶ Ἀσσύριοι ταῖς ἑαυτῶν δυνάμεσι τὸ πάντα δύνασθαι κατορθοῦν ἀπονέμοντες, ἐν τῷ καταθεῖν τῶν χωρῶν, τοὺς μὲν τῶν ποταμῶν ἐγεφύρουν, ἔφερον δὲ πλειστάκις ὡς ὄντες τοσοῦτοι τὸν ἀριθμὸν, ὡς δαπανᾷν δύνασθαι πηγὰς, καὶ ὑδάτων συναγω-