Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.776
Not analysed yet
γὰς, καὶ μηδὲ αὐτοὺς ἔσθ' ὄτε ποταμοὺς ἀρκέσαι δεδιψηκόσιν ὁμοῦ καὶ ἀνδράσι καὶ ἵπποις. Οἱ δέ γε τῶν Ἑλλήνων λογάδες, ὅσοι τῶν Περσικῶν ἐν ἰδίαις συγγραφαῖς ἔθεντο μνήμην, φασὶν αὐτοὺς καὶ αὐτὸν γεφυρῶσαι τὸν Ἑλλήσποντον· κἂν εἰ ποταμὸς, φασὶν, εὕρηται διὰ μέσου περιόντων αὐτῶν ἢ χώραν, ἢ πόλιν, προσέταττεν ὁ τύραννος λέγων· Δαπανάσθω πινόμενος. Διαμέμνηται τοίνυν ὁ τῶν ὅλων Θεὸς τῆς Περσῶν ἀλαζονείας, καὶ φιλοκομπεῖν εἰωθότας ἐλέγχει. Εἶτα μετὰ τοῦτο δείκνυσιν ὅτι μὴ μᾶλλον αὐτοὶ δεδύνηνται κατορθοῦν, ἐφ' οἷς πεφρονήκασι τὰ οὕτως ὑπέρογκα· ψῆφος δὲ μᾶλλον ἡ παρ' αὐτοῦ κατὰ τῶν πλημμελούντων ἐνηνεγμένη τὴν τοῦ δύνασθαι δόξαν ἐνεποίησεν αὐτοῖς. Οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα; Ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, νῦν δὲ ἐπέταξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς, καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς. Ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς ἄνθος ξηρὸν ἐπὶ δωμάτων, καὶ ὡς ἄγρωστις. Ταυτὶ μὲν οὖν ἅπαντα, φησὶν, ἅπερ αὐτὸς οἴει κατωρθωκέναι, ταῖς ἑαυτοῦ δυνάμεσιν ἀνατιθεὶς, οὐκ ἐρυθριᾷς; Ἀλλ', ὦ ματαίαν ἔχων ἐπ' οὐδενὶ τὴν ὀφρὺν, οὐ ταῦτα ἤκουσας πάλαι, ἃ ἐγὼ ἐποίησα; Εἰ γὰρ δὴ βούλοιο, φησὶ, τοὺς τῶν ἐμῶν προφητῶν πολυπραγμονῆσαι λόγους, ἔφην ἤδη φθάσας ὅτι ταῦτα γενήσεται. Ἐγὼ γὰρ ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, τοῦτ' ἔστιν, ὥρισα καὶ κατένευσα· ἀπέδειξα δὲ νῦν καιροῦ καλοῦντος εἰς πέρας τὰ προηγγελμένα, ὥστε ἐξερημῶσαι ἔθνη ἐν πόλεσιν ὀχυραῖς, τοῦτ' ἔστιν, οὐκ ἀσθενῆ, καὶ εὐάλωτα. Ἐγὼ τὰς χεῖρας ἀνῆκα, καὶ ἐξηράνθησαν. Ὁ γὰρ πάλαι ταῖς ἀνεξικακίαις ἔτι συνέχων αὐτὰ πρὸς τὸ εἶναι, καὶ συνεστάναι τὴν ἐπαμύνουσαν ἀπέστησα χεῖρα, καὶ ἐν ἴσῳ πόας κατεξηράνθησαν, καὶ χόρτου δίκην κατεμαράνθησαν, καὶ οἷά τις ἄγρωστις ξηρὰ πυρὶ δέδοται τροφή. Τοῦτό τοι καὶ ἑτέρωθί φησι πρὸς αὐτόν· ἐπειδὴ γὰρ τὰ ὁρισθέντα γενέσθαι παρὰ Θεοῦ διαπεράνας ὁ δυσσεβὴς, ἐφ' ἑαυτῷ πεφρόνηκε μέγα, πάλιν ἤκουε Θεοῦ λέγοντος· «Μὴ δοξασθήσεται ἀξίνη, ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;» Ὥσπερ γὰρ τὰ τοιάδε τῶν ὀργάνων, οὐχ ἑαυτὰ κινεῖ πρὸς ἔργα τυχὸν, περιμένει δὲ μᾶλλον τὴν τοῦ σαλεύοντος χεῖρα· οὕτω καὶ σὺ, φησὶ, γέγονας ὄργανον τῆς θείας ὀργῆς, οὐ μὴν αὐτὸς εἰργάσω ταῖς δυνάμεσι ταῖς σαῖς, ἀλλ' ἦσθα μᾶλλον οἷον ἀξίνη, καὶ πρίων τοῖς τοῦ κινοῦντος θελήμασιν ὑπηρετεῖν τεταγμένος. Νῦν δὲ τὴν ἀνάπαυσίν σου, καὶ τὴν ἔξοδόν σου ἐγὼ ἐπίσταμαι· ὁ δὲ θυμός σου ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με. Καταλαζονεύῃ μὲν οὖν, φησὶ, τῶν θείων κριμάτων γεγονὼς ὑπουργὸς, οἴει δὲ ἴσως κατὰ σαυτὸν, καὶ μόνος κατευμεγεθῆσαι τοσούτων ἐθνῶν καὶ χωρῶν, ὡς κατεμπρῆσαί τε καὶ ἑλεῖν αὐτάς. Ἀλλ' ἐγὼ τὴν σὴν ἀνάπαυσιν, καὶ τὴν ἔξοδον, καὶ τὴν εἴσοδον ἐπίσταμαι. Ἀνάπαυσιν δὲ καθάπερ ἐγᾦμαι τὸν θάνατον ὀνομάζει, ἔξοδόν τε καὶ εἴσοδον, τὴν εἰς πᾶν ὁτιοῦν