Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.777
Not analysed yet
τῶν πρακτέων ὁδόν. Λανθάνει γὰρ ὅλως οὐδὲν τὸν πάντα εἰδότα νοῦν. Προστιθεὶς δὲ, ὅτι Ὁ θυμός σου, ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρός με, μονονουχί φησι, Οὐ δίχα ποινῆς δεδυσφημηκὼς ἔσῃ. Παρόψομαι γὰρ οὐδαμῶς τῶν σῶν ἀνοσίων ἐνθυμημάτων τὸ κακόηθες καὶ πικρὸν, ἀλλ' οἷον εἰς λύπην ἠρεθισμένος τοῖς σοῖς ἐπιθήσω θυμοῖς τὴν αὐτοῖς πρέπουσαν δίκην. Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἤρχου ἐν αὐτῇ. Ἐπειδήπερ ὁ Ἀσσύριος κτηνοπρεπεστάτην ἔχων τὴν ἀλογίαν κατεκερτόμει Θεὸν, καὶ οἷον ἀνασκιρτήσας εἰς ἀχάλινον ἀγριότητα τῆς τοῦ Θεοῦ δόξης παλιμφήμους ἠφίει φωνὰς, ταύτῃτοι καὶ μάλα εἰκότως ὡς ἐπὶ κτήνους φησὶν, ὅτι Φιμὸν ἐμβαλῶ εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, μονονουχὶ ταῖς τῶν πληγῶν ἐπαγωγαῖς ἀνασειράζων αὐτὸν, καὶ τῷ μεγέθει τῶν συμφορῶν οἷά τινι χαλινῷ τῶν οὕτως ἐκτόπων ἀνακόπτων ἐγχειρημάτων. Ὑπονοστήσειν γε μὴν καὶ πρὸς τὴν ἑαυτοῦ τὸν Ἀσσύριόν φησιν. Ὑπέστρεψε γὰρ ἀκούσας ὅτι Θαραθὰ βασιλεὺς Αἰθιόπων ἐξῆλθε κατ' αὐτοῦ. Καίτοι, Τί δή ποτε, φαίη τις ἂν, πεσούσης αὐτῷ τῆς στρατιᾶς ἁπάσης, οὐ σέσωσται μόνον αὐτὸς, ἀλλὰ γὰρ καὶ ὑπενόστησεν εἰς τὴν ἑαυτοῦ; Ἔδει γὰρ, ἔδει γυμνὸν γεγονότα τῆς ὑπὸ χεῖρα πληθύος, οἰκονομικῶς τὴν τοῦ δαπανῶντος ἀγγέλου χεῖρα φυγεῖν αὐτὸν, ἵν' ὀλοφύρηται τὴν ἑαυτοῦ συμφορὰν καὶ εἰς τίνα δεδυσφήμηκε γνῷ, καὶ τοῖς ἄλλοις ἅπασιν ἀπαγγείλῃ τὸ παράδοξον. Τοῦτο δέ σοι τὸ σημεῖον. Φάγε τοῦτον τὸν ἐνιαυτὸν, ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, καὶ φυτεύσατε ἀμπελῶνας, καὶ φάγεσθε τὸν καρπόν. Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ εἰς διάφευξιν· φυήσουσι ῥίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἄνω. Ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι, καὶ οἱ σωζόμενοι ἐξ ὄρους Σιών. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Ἀποστραφήσεσθαι λέγων τὸν Ἀσσύριον εἰς τὴν ἑαυτοῦ, καὶ τῆς Ἰουδαίων ἀποφοιτήσειν χώρας, ὁρίζει τὸν χρόνον καθ' ὃν ἔσται τοῦτο, καί φησι· Φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, καὶ τὰ τούτοις ἐφεξῆς. Οὔπω γε μὴν ἅπασιν ἐναργὲς πότερόν ποτε τῷ Σεναχηρεὶμ δέδοται τὸ σημεῖον, ἤγουν Ἐζεχίᾳ καὶ τοῖς ἀμφ' αὐτόν. Πλὴν ἐροῦμεν τῶν γεγραμμένων τὸν νοῦν. Εἶτα τοῦτον ἐφαρμοστέον ἐκείνοις, ἢ τούτοις. Εἰ μὲν Ἐζεχίᾳ δεδόσθαι φαμὲν τὸ σημεῖον, συνίεμεν οὕτω· Ἐπεπολιόρκητο μὲν Ἱερουσαλὴμ, πλείστης δὲ ὅσης τῆς Ἀσσυρίων στρατιᾶς κατεμπρῆσαί τε καὶ ἑλεῖν ἐπιχειρούσης αὐτὴν, πλείστη τις ὅση τῶν ἐδωδίμων συγκομιδὴ, καρποί τε ἐναποκείμενοι, καὶ τὰ δι' ὧν ἂν γένηται διαζῇν δύνασθαι τοὺς ἐν Ἱερουσαλὴμ σωζομένους. Σὺ τοιγαροῦν ὁ Ἐζεχία, φησὶ, καὶ ἅπας ὁ μετὰ σοῦ λεὼς, φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας· τῷ δὲ δευτέρῳ τὸ κατάλειμμα. Τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, καὶ φυτεύσατε ἀμπελῶνας. Δυσὶ γὰρ ἔτεσιν ὅλοις ἐνιζήσας τῇ Σαμαρει-