Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.780
Not analysed yet
τῶν, καὶ καταδῃώσας ὅλην ὁ Ἀσσύριος. Τρίτου μόλις ἐνστάντος ᾤχετο φυγὰς, ἀπολωλότων μάλιστα τῶν μετὰ Ῥαψάκου κύκλῳ τῆς Ἱερουσαλὴμ, καὶ πολιορκούντων αὐτήν. Οὐκοῦν ἐν τρίτῳ, φησὶν, ἔτει λοιπὸν ἀνείσθω, καὶ γηπόνοις τὸ ἀρκοῦν καὶ τοῖς ἀμπέλων μελεδωνοῖς τὸ, εἴπερ ἕλοιντο φυτεύειν αὐτάς· εἰρήνης δηλονότι βραβευούσης αὐτὴν καὶ τὴν ἀσφάλειαν. Ὅτι δὲ ἐν βεβαίῳ κείσονται τῆς εὐθυμίας οἱ ἐκ τοῦ πολέμου σεσωσμένοι καὶ περιλελειμμένοι, καταμηνύει λέγων, ὡς ἐπὶ φυτῶν, ὅτι καὶ ῥίζαν κατατενοῦσι κάτω, καὶ ἄνω σπέρμα βαλοῦσι. Καὶ τὸ μὲν ὅτι κατοικήσουσιν ἀσφαλῶς, καὶ ἐρηρεισμένως, καὶ παντὸς ἔξω δείματος, δίδωσι νοεῖν τὸ ῥίζαν ἔχειν εἰς βάθος. Ὅτι δὲ καὶ εἰς πέρας αὐτοῖς ἐκταθήσεται, τῆς εὐημερίας τὸ χρῆμα, νοεῖν ἐφίησι τὸ ἄνω σπέρμα ποιεῖν. Προσεπάγει δὲ, ὅτι ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Ἐπειδὴ γὰρ δεδυσφήμηκεν ὁ Ἀσσύριος, καὶ τοῖς ψευδωνύμοις αὐτὸν παρεικάζων θεοῖς τετόλμηκεν εἰπεῖν, Οὐ μὴ ῥύσεται ὁ Θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου; Ταῦτα πάντα γενήσεται, φησὶ, κεκινημένου εἰς ζῆλον τοῦ πάντα ἰσχύοντος. Εἰ δὲ δὴ φέρει κατὰ τοῦ Σεναχηρεὶμ τὸ, «Φάγε τοῦτον τὸν ἐνιαυτὸν, ἃ ἔσπαρκας, τῷ δὲ δευτέρῳ τὸ κατάλειμμα,» φαμὲν ὅτι οἱ καταστρατεύειν εἰωθότες, ἢ χωρῶν, ἢ πόλεων, βραδυνούσης ἐσθ' ὅτε τῆς πολιορκίας καὶ τῆς μάχης αὐτοῖς εἰς χρόνους ἐκτεινομένης, ἅπτονται καὶ γηπονίας, ἵν' ἔχοιεν τροφάς. Καὶ κατὰ τοῦτον αὐτὸν ἁρμόσει τὸν τρόπον, τὸ καὶ ἐπ' αὐτοῦ νοεῖσθαι τὸ εἰρημένον. Διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων· Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδ' οὐ μὴ βάλῃ ἐπ' αὐτὴν βέλος, οὐδ' οὐ μὴ βάλῃ ἐπ' αὐτὴν θυρεὸν, οὐδ' οὐ μὴ κυκλώσῃ ἐπ' αὐτὴν χάρακα· ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται. Ἀνακεφαλαιοῦται τρόπον τινὰ τῶν εἰρημένων τὸν νοῦν, καὶ τὴν τοῦ πράγματος εἰς πέρας διεκδρομὴν, ὡς ἐν ὀλίγοις ἐπιτεμὼν, καθίστησιν ἐναργῆ. Οὐ γὰρ ἅψεται πολέμου, φησὶν, ἀλλὰ πρὸ μάχης πρὶν ὅπλα σαλεῦσαι, πρὶν ἐκτεῖναι καὶ ἐπαφεῖναι βέλος, πρὶν ἀνατιθέναι θυρεὸν, πρὶν ἐπ' αὐτὴν κυκλῶσαι χάρακα, τὴν αὐτὴν ὁδὸν ὑπονοστήσει, καὶ οἴκοι δραμεῖται, φησίν. Ἰστέον δὲ ὅτι χάρακά φησιν ἐν τούτοις τὴν ἐν ταῖς τάφροις καταπηγνυμένην τῶν ξύλων πληθὺν, εἰς ὀξὺ κατηκονημένων, ἵνα δὴ σώζοιτο τῶν πεσόντων μηδείς. Τάδε λέγει Κύριος· Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι' ἐμὲ, καὶ διὰ Δαβὶδ τὸν δοῦλόν μου. Ἀποκείρει τὴν ὀφρὺν τῶν ἐν ἐλέει Θεοῦ σεσωσμένων, καὶ ὑπέρογκα φρονεῖν οὐκ ἐᾷ τοὺς τὴν ἁγίαν οἰκοῦντας πόλιν. Ἦν γὰρ δὴ καὶ μάλα εἰκὸς, οἴεσθαί τε καὶ λέγειν αὐτοὺς, ὅτι τετίμηνται παρὰ Θεοῦ διὰ τὸ ἐπιεικὲς τοῦ τρόπου, καὶ τῆς ἐνούσης αὐτοῖς δικαιοσύνης τὴν νοητὴν εὐκοσμίαν. Οὐκοῦν διασώζει μὲν ὡς Θεὸς, ὠφελεῖ δὲ σεσωσμένους, τοῖς τῆς ἀλαζονείας κύμασιν οὐκ ἐφιεὶς ἐναλίσκεσθαι. Ὑπερασπιεῖν γὰρ ἔφη τῆς πόλεως, δηλονότι τῆς ἁγίας, οὐ διά γε τοὺς ἐνοικοῦντάς ποθεν, ἀλλ' οὐδετέρῳ τινὶ τῶν κατ' ἐκεῖνο καιροῦ ζώντων ἔτι τὸ χρῆμα δω-