Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.781
Not analysed yet
ρούμενος, ἀλλὰ δι' ἑαυτὸν, καὶ Δαβὶδ, ὃν καὶ παῖδα ἴδιον ὀνομάζει, καὶ δι' ἑαυτὸν μὲν, ὅτι χρηστός τέ ἐστι καὶ φιλοικτίρμων, καὶ χρῆν δή που τοῖς τὴν θείαν αὐτοῦ κατακερτομοῦσι δόξαν τὴν αὐτοῖς ὅτι μάλιστα πρέπουσαν δίκην ἐπενεγκεῖν. Διὰ Δαβὶδ πάλιν, ὅτι ταῖς τῶν ἁγίων μνήμαις χαρίζεται πολλάκις τὸ ἀμνησίκακον, ἐφ' οἷς ἔσθ' ὅτε πλημμελοῖεν οἱ ἐξ αὐτῶν. Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐκατὸν καὶ ὀγδοήκοντα καὶ πέντε χιλιάδας· καὶ ἀναστάντες τὸ πρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά. Καὶ ἀποστραφεὶς ἀπῆλθε Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευῆ· καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Ἀσαρὰκ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις· αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν, καὶ ἐβασίλευσεν Ἀχορδὰν υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ. Προσεπήνεκται χρησίμως τοῖς ἐπηγγελμένοις τῶν προσδοκηθέντων τὸ πέρας, ἵνα μὴ φαίνοιτο ψευδοεπὴς ὁ τῶν ὅλων Θεός. Δεδαπάνηται γὰρ ἡ τῶν Ἀσσυρίων πληθὺς, οὐ ταῖς Ἰουδαίων ἁλοῦσα χερσὶν, οὐ τόξον αὐτοῖς ἐπανατείναντός τινος, οὐ δόρυ πρὸς μάχην ᾑρηκότος, ἢ ξίφος ἀπογυμνώσαντος, οὐχ ἵππων κραταιῶν, ἀρξαμένου τὴν μάχην ἀγγέλου γε μὴν ἀῤῥήτῳ δυνάμει καταστορέσαντος, καὶ πληθὺν ἀποφαίνοντος νεκρῶν τὴν ἀριθμοῦ κρείττονα. Καταπλήττεται τοίνυν τῷ θαύματι καίτοι θρασὺς ὢν ἄγαν ὁ στρατηγὸς, ἤγουν ὁ Σεναχηρεὶμ, οἴκαδέ τε ἀνεκομίσθη μόλις, καὶ γυμνὸς εἰσάπαν ἧς ἐπεσύρετο στρατιᾶς ὑπονοστήσας, ἐλεεινῶς κατῴκησε, φησὶν, ἐν Νινευί. Εἶ τὸ λεῖπον [ἴσ. εἶτα λοιπὸν] ταῖς παρὰ τοῦ Θεοῦ γενομέναις ὑποσχέσεσιν εἰς πέρας ἐνήνεκται. Πέπτωκε γὰρ ἐν τῷ οἴκῳ αὐτοῦ πάτραρχόν τινα προσκυνῶν, ἕνα δηλονότι τῶν κατὰ σάρκα πατέρων ἢ πάππων αὐτοῦ. Τοῖς γὰρ ἅπαξ πεπλανημένοις ἔθος, οὐχὶ δὴ μόνοις τοῖς ἀκαθάρτοις πνεύμασιν, ἀλλὰ γὰρ καὶ ὅσοις ἂν ἕλοιντο νεκροῖς τὸ χρῆμα προσνέμειν. Ἐκπεπτωκότες γὰρ ἅπαξ τῆς εὐθείας ὁδοῦ πρὸς ὁτιοῦν τῶν δοκούντων αὐτοῖς ἀβασάνιστον ποιοῦνται τὴν ἀποδρομήν. Υἱοὺς δὲ εἶναί φησι τοὺς ἀπεκτονότας αὐτόν· ψήφου γὰρ θείας ἐπενηνεγμένης τισὶ, κατακινδυνεύσειαν πάντη τε καὶ πάντως οἱ τοῦτο παθόντες, καὶ ὡς τοῖς ἄγαν ἐχθροῖς περιτεύξονται τοῖς ἰδίοις. Οὐ τὴν ἐξ αἵματος οἰκειότητα τῆς ἀσφαλείας ἐνέχυρον ἔχοντες, οὐ διάθεσιν καὶ σπουδὴν τὴν ὀφειλομένην πατράσιν ἐκ τέκνων, ἀλλὰ δι' ὧν ἦν εἰκὸς σώζεσθαι κινδυνεύοντας, διὰ τούτων αὐτῶν τοῖς τῆς ἀπωλείας ἐνιεμένους βάθροις. Καὶ ταυτὶ μὲν τό γε ἧκον εἰς τὸ τῆς ἱστορίας ἐξωφανὲς οὐκ ἀκόμψως εἰρῆσθαι δοκῶ. Δεῖν δὲ οἶμαι καί τι τῶν ἐσωτάτω θεωρημάτων εἰπεῖν εἰς παράκλησιν τοῖς πνευματικοῖς. Ἡ μὲν γὰρ ἁγία πόλις, τοῦτ' ἔστιν, ἡ Σιὼν, ἤγουν Ἱερουσαλὴμ, τύπος ἂν εἴη τῆς Ἐκκλησίας Χριστοῦ, τῆς ἀληθεστέρας Σιών· ταύτην ἔσθ' ὅτε, μᾶλλον δὲ ὡς ἐπίπαν οἱ τῆς ἀληθείας πολιορκοῦσιν ἐχθροὶ, τοῦτ' ἔστιν, οἱ τῶν ἀνοσίων αἱρέσεων εὑρεταί· καὶ πολιορκοῦσιν οὐ μόνοι, καταμισθούμενοι δὲ τρόπον τινὰ καὶ τὰς ἐν κόσμῳ δυναστείας, ἐμπνέον-