Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.784
Not analysed yet
τος πρὸς τοῦτο τοῦ νοητοῦ Σεναχηρεὶμ, δῆλον δὲ ὅτι τοῦ Σατανᾶ, καὶ οἷον ἐπαφιέντος τοὺς ὑπὸ χεῖρα καὶ τοὺς ὑπηρετεῖν εἰωθότας τὰς δυστροπίας αὐτοῦ, οἴ, ἐπειδὰν ἥκωσι τοῖς τῆς ἀληθείας προεστηκόσι διαμαχόμενοι, τῆς τοῦ Θεοῦ δόξης καταφλυαροῦντες, πολλὰ τεύξονται μὲν τὸ σύμπαν λόγου οὐδενός. Σιωπήσουσι γὰρ οἱ πολιορκούμενοι, καὶ διὰ ποίαν αἰτίαν, ὁ μακάριος Παῦλος διδάξει λέγων· «Μὴ λογομαχεῖν ἐπ' οὐδενὶ χρησίμῳ·» καὶ πάλιν, «Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν, καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος.» Τοῖς γὰρ ἅπαξ ὁλοτρόπως ἀπονενευκόσι πρὸς ἀπάτην καὶ φενακισμὸν, καὶ κεκρατημένοις τῷ ψεύδει περιττός που τάχα καὶ τῶν ὠφελεῖν εἰωθότων ὁ λόγος. Γέγραπται γάρ· Εἰς ὦτα ἀκουόντων λάλει. Ὅταν τοίνυν οἱ τῆς ἀληθείας ἐχθροὶ ἢ τιμὰς καὶ ἀναπαύσεις ἐπαγγέλλονται, καθάπερ Ῥαψάκης ὁ ἀλητήριος, ἤγουν ἀπειλοῦσι κινδύνους καὶ μάχας, Θεῷ προσέρχεσθαι χρὴ καὶ τῆς ἄνωθεν ἐπικουρίας μεταποιεῖσθαι μόνης. Ἀρκέσει γὰρ ἡ ἄνω τε καὶ παναλκὴς δεξιὰ, καὶ πρός γε τὸ σῶσαι τοὺς ὀρθοποδεῖν εἰωθότας, καὶ πρὸς ὄλεθρον τῶν ἀνθεστηκότων. Ἀποσοβήσει γὰρ αὐτοὺς ἀποῤῥήτοις τισὶν εὐσθενείαις χρώμενος, καὶ ἀπαλλάξει πολέμου τὴν Σιὼν τὴν ἁγίαν οὕτως καὶ ἄμωμον, τοῦτ' ἔστι, τὴν Ἐκκλησίαν. Πύλαι γὰρ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεχίας ἕως θανάτου. Καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος· Τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ. Καὶ ἀπέστρεψεν Ἐζεχίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον, λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καὶ ἔκλαυσεν Ἐζεχίας κλαυθμῷ μεγάλῳ. Γέγονε μὲν Ἐζεχίας τῶν ὅτι μάλιστα διαφανεστάτων εἰς φιλοθεΐαν, καὶ διαβόητον ἐσχηκότων ἐπὶ τούτῳ τὴν δόξαν. Κατέσπασε γὰρ βωμοὺς, τεμένη καθεῖλεν, ἐνέπρησε δὴ τὰ ἐν σηκοῖς, ἐξέκοψεν ἄλση, καὶ θυσίαις ταῖς κατὰ νόμον θεραπεύων Θεὸν οὐ κατέληξέ ποτε. Κεκράτηκε δὲ τῶν προσοίκων τῇ Ἰουδαίᾳ βαρβάρων, ὡς καὶ ὑπὸ δασμοὺς καὶ τέλη ποιῆσαι πολλούς. Ἀνεδείματο δὲ καὶ πόλεις, καὶ ἁπαξαπλῶς εὐκλείαις ἐπίμεστος ταῖς ἀνωτάτω γεγονὼς, εἰκότως ἐθαυμάζετο. Ἀλλ', ὡς Ἑβραίων παῖδές φασι, παρεκομίσθη βραχὺ τοῦ πρέποντος, καὶ πεφρόνηκεν ἐφ' ἑαυτῷ μεγάλα, καὶ τοῖς τῆς ἀλαζονείας περιπέπτωκε βρόχοις. Ταύτης ἕνεκα τῆς αἰτίας τὴν ἐξ ἀγάπης αὐτῷ ῥάβδον ἐπανέτεινε Θεός· «Ὃν γὰρ ἀγαπᾷ, φησὶ, Κύριος παιδεύει, μαστιγοῖ δὲ υἱὸν ὃν παραδέχεται.» Πλήττει γὰρ ὡς φιλόπαις πατὴρ, μεθιστὰς εἰς τὰ βελτίω, καὶ τῶν αἰσχιόνων ἀποφέρων τοὺς ἐναλόντας αὐτοῖς. Ὥσπερ γὰρ οἱ τῶν ἰατρῶν ὅτι μάλιστα δριμεῖς καὶ εὐτεχνέστατοι τὰ σεσηπότα τῶν σωμάτων ἢ πυρὶ κατατήκουσιν, ἢ σιδήρῳ τέμνουσιν, οὐκ ἀπεχθείᾳ τῇ πρὸς τὸν κάμνοντα τοῦτο δρᾶν