Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.785
Not analysed yet
εἰωθότες, φειδοῖ δὲ μᾶλλον τῇ περὶ αὐτὸν ἡττώμενοι· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ὁ τῶν ὅλων Θεὸς τῶν ἐν ἡμῖν νοσημάτων ἀποκείρει τὰ βλάβη συμμέτροις ἀγανακτήσεσιν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν, κατὰ τὸ γεγραμμένον. Ἀῤῥωστίᾳ τοίνυν περιπέπτωκεν ὁ βασιλεὺς Ἐζεχίας, καὶ δὴ εἰς λῆξιν τοῦ παντὸς ἥκοντι κακοῦ· κεκινδύνευκε γὰρ ἐσχάτως διὰ τῆς τοῦ προφήτου φωνῆς· ὅτι τεθνήξεται, λέγει, καὶ ὅτι προσήκει διατυποῦν αὐτὸν τὸν οἶκον αὐτοῦ. Τοῦτο δὲ ἦν οὐκ ἠγνοηκότος μὲν ὅτι ζήσεται, καὶ τὸ τῆς ἀῤῥωστίας διαφεύξεται δεινὸν ἐλέῳ τῷ παρ' αὐτοῦ, καλοῦντος δὲ καὶ παραθήγοντος εἰς προσευχήν· ἵνα αἰτήσας κομίσηται παρ' αὐτοῦ τὸν ἔλεον. Κατοικτείρει γὰρ τοὺς ἀγαπωμένους, καὶ τοῖς γνησίοις χαρίζεται τῶν ποθουμένων τὴν εὕρεσιν καὶ τοὺς τῶν ἱκετιῶν προσίεται λόγους. Ὃ δὴ καὶ πέπρακται. Προσηύξατο γὰρ Ἐζεχίας, λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καλὴ τῶν δικαίων ἡ παῤῥησία· μονονουχὶ γὰρ τῶν πεποιημένων ἀντέκτισιν καὶ τοὺς τῆς γνησιότητος αἰτοῦσι καρπούς. Ἐπιγάννυται δὲ τοῖς ἐννόμως βεβιωκόσιν ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς τὸν ἐξαίρετον διασώζουσι βίον κατανεύει ῥᾳδίως, ὅταν ἴδῃ δεδακρυμένους, καὶ πόνον τῇ προσευχῇ συμπλέκοντας. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν λέγων· Πορεύθητι καὶ εἰπὲ Ἐζεχίᾳ· Τάδε λέγει ὁ Θεὸς Δαβὶδ τοῦ πατρός σου· Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δεκάπεντε, καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε, καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ. Τοῦτο δέ σοι τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ὁ Θεὸς ποιήσει τὸ ῥῆμα τοῦτο, ὃ ἐλάλησεν. Ἰδοὺ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμούς. Καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς οὓς κατέβη ἡ σκιά. Οὐ μακρὸς μεταξὺ γέγονε χρόνος, ἀλλ' εὐθὺς κατανεύει Θεὸς, καὶ δέχεται τοῦ δικαίου τὰς λιτάς. Ὡς γὰρ ἐν ταῖς Βασιλείαις γέγραπται, πρὶν τὸν μακάριον προφήτην ἔξω γενέσθαι τῆς τοῦ βασιλέως αὐλῆς, γέγονε πρὸς αὐτὸν ὁ τοῦ Θεοῦ λόγος. Ὑπονοστήσας δὴ οὖν παραχρῆμα, τοὺς παρ' αὐτοῦ λόγους καθίστησιν ἐναργεῖς. Ἀκηκοέναι γὰρ ἔφη τῆς φωνῆς αὐτοῦ, τοῦτ' ἔστι, προσδέξασθαι τὴν εὐχὴν, καὶ ἐποπτεῦσαι τὸ δάκρυον· νέμει τε αὐτῷ παραχρῆμα τὸ διαπηδῆσαι δύνασθαι τοῦ θανάτου τὸ δεῖμα, καὶ τῆς προστεθείσης ζωῆς κατασημαίνει τὸ μέτρον, ἵνα πρὸς τὸ τέλος ἀφορῶν, καὶ ὅτι πάντη τε καὶ πάντως τεθνήξεται διακείμενος, ἀπαράδεκτον εἰς νοῦν τὸ τῆς ὑπεροψίας ποιοῖτο νόσημα. Ὑπισχνεῖται δὲ ὅτι, καθάπερ ἐπήγγελται φθάσας, κρείττονα τῆς Ἀσσυρίων χειρὸς ἀποφαίνει μὲν αὐτὸν, ὑπερασπιεῖ δὲ τῆς Ἱερουσαλήμ. Ἔδρα τε ταῦτα, πάντα τρόπον δυσθυμίας ἐκ μέσου τιθεὶς, καὶ πολὺ λίαν ἀλγήσαντα τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς ἀνακτώμενος. Ὁ γὰρ πλήξας μοτώσει ὑμᾶς. Χρηστὸς γάρ ἐστι καὶ φιλοικτίρμων ὁ τῶν ὅλων Θεός.