Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.81
Not analysed yet
καὶ μέθαι, κοῖται, καὶ ἀσέλγειαι, καὶ πᾶν εἶδος ἀκολασίας. Τίς δὲ δὴ τῶν εὖ φρονεῖν εἰωθότων, οὐκ ἂν στυγητὸν ποιήσαιτο τὸν ὑπέροπτον διαπτύοντα τοὺς ἀσθενεστέρους, ὀφρὺν ἀνασπῶντα τὴν ὑψηλὴν, περιορῶντα τοὺς ἐν πτωχείᾳ, καὶ τοῖς ἐν ταλαιπωρίαις συναλγεῖν οὐκ ἀνεχόμενον, ἐλεεῖν οὐκ ἀξιοῦντα τοὺς ἐν ἀνάγκαις καὶ πόνοις, ἠγνοηκότα δὲ λοιπὸν, ὅτι καὶ χοῦς ἐστι καὶ σποδός; Αἰτιᾶται τοίνυν καὶ μάλα εἰκότως ὁ φιλάρετος ἡμῶν Θεὸς, ὡς ἀκόρεστον ἔχοντας εἰς φιλοκερδίαν τὸν νοῦν, ὡς ἵπποις ἐποχουμένους, καὶ τοῖς τῆς φιλοδοξίας ἐναλόντας βρόχοις. Ἐμπεπλῆσθαι δὲ ἵππων τὴν χώραν αὐτῶν φησιν, ὡς οὐχ ἑνὸς ἢ δευτέρου νενοσηκότος τὴν ὑπεροψίαν, ἀλλ' οἷον ὅλης αὐτῶν κατειλημμένης τῆς χώρας τῷ πάθει, καὶ κατὰ πάντων ἰόντος τοῦ κακοῦ. Πλὴν ἐλέγχει καὶ διὰ τούτου τῷ νόμῳ προσκεκρουκότας, καὶ ἀπειθεῖν ᾑρημένους Θεῷ, διειρηκότι σαφῶς· «Ἐὰν δὲ εἰσέλθῃς εἰς τὴν γῆν ἢν Κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, καὶ κατακληρονομήσῃς αὐτὴν, καὶ κατοικήσῃς ἐπ' αὐτῆς, καὶ εἴπῃς· Καταστήσω ἐμαυτῷ ἄρχοντα, καθὰ καὶ τὰ λοιπὰ ἔθνη τὰ κύκλῳ μου· καθιστῶν καταστήσεις ἐπὶ σαυτὸν ἄρχοντα, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτόν.» Εἶτά φησι περὶ τοῦ καθισταμένου· «Διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον, οὐδὲ μὴ ἀποστρέψει τὸν λαὸν εἰς Αἴγυπτον, ὅπως ἂν μὴ πληθύνῃ ἑαυτῷ ἵππον.» Καὶ πρὸς τούτοις ἔτι· «Καὶ ἀργύριον καὶ χρυσίον οὐ πληθυνεῖ ἑαυτῷ σφόδρα.» Αἰτιᾶται τοίνυν ὡς ποιουμένους μὲν τῶν χρημάτων τὴν ἄθροισιν, καὶ τοῦτο ἀπλήστως, πληθύνοντας δὲ ἑαυτοῖς καὶ ἵππον. Ἅπτεται δὲ, κατὰ τὸ εἰκὸς, ὁ ἐπὶ τῷδε μῶμος μάλιστα τῶν καθηγεῖσθαι λαχόντων, ὡς παραβαινόντων τὴν ἐντολὴν, οὓς ἦν ἀκόλουθον καὶ πρό γε τῶν ἄλλων ὁρᾶσθαι τετιμηκότας τὰ τεθεσπισμένα, καὶ τοῖς παραβαίνουσιν ἐπιτιμᾷν. Καὶ ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνὴρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς. Ἐγκαλεῖ πάλιν αὐτοῖς τὴν νοητὴν πορνείαν, καὶ τὸ πολλοῖς ἑλέσθαι προσκυνεῖν τῶν ψευδωνύμων θεῶν. Ἀποφαίνει δὲ ὅτι δυσσεβείας εἰς τοῦτο προήκουσι μέτρον, ὡς παντὸς εἰς λῆξιν ἐλάσαι κακοῦ, καὶ τὸ τελειοτάτην ἀπόστασιν μελετῆσαι τὴν ἀπὸ Θεοῦ τοῦ πάντα εἰδότος, νεύμασιν ὑποφέροντος, καὶ παρενεγκόντος εἰς ὕπαρξιν. Ἔοικε δὲ τρόπον τινὰ καὶ ὑπεραλγεῖν τῆς ἀνθρώπου φύσεως ὑβρισμένης ἐσχάτως. Τετίμηκε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς αὐτουργίᾳ τὸν ἄνθρωπον. Οὐ γὰρ λόγῳ μετὰ τῶν ἄλλων κτισμάτων ἀπεσχεδιάζετο καὶ αὐτὸς, καθάπερ ἀμέλει τὸ, «Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως·» ἀλλ' ἔλαβε χοῦν ἀπὸ τῆς γῆς καὶ ἐποίησε τὸν ἄνθρωπον, κατά γε τὰς τοῦ πανσόφου Μωσέως φωνάς. Γέγονε δὲ κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν Θεοῦ, καὶ οἷόν τις ἄρχων κεχειροτόνηται τῶν ἐπὶ τῆς γῆς. Τετίμηται δὲ πρὸς τούτῳ καὶ πνεύματι ζωῆς. Ἐνεφύσησε γὰρ εἰς πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Οὐκοῦν «ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε,» κατὰ τὸ γεγράμμενον·