Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.84
Not analysed yet
λελάτρευκε γὰρ τοῖς γλυπτοῖς· καὶ, ὡς προφητικὸς ἔφη λόγος, «Προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν.» Καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ. Ὕβρις δὲ τοῦτο καὶ εἰς Θεὸν αὐτὸν, καὶ εἰς τὴν ἀνθρώπου φύσιν. Καίτοι γὰρ ἐνὸν ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως ἰδεῖν τὸν τούτων τεχνίτην· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται,» ἦ τε «ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης·» τοῦτο μὲν οὖν οὐ πεπράχασιν· ἀπονέμοντες δὲ τοῖς λίθοις τὸ σέβας, καὶ τῷ λίθῳ προσκυνοῦντες οἱ δείλαιοι, προσκεκρούκασι μὲν τῷ φύσει Δεσπότῃ καὶ Θεῷ καὶ τῶν ὅλων δημιουργῷ. Λελήθασι δὲ, κατὰ τὸ εἰκὸς, καὶ τὴν ἰδίαν αὐτοὶ περιυβρίζοντες φύσιν, εἴπερ ἐστὶ ξύλων τε καὶ λίθων ἀμείνων ὁ ἄνθρωπος. Ταύτῃ τοι δικαίως ἀγανακτῶν ὁ πάντων δημιουργός φησιν· «Ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνὴρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς.» Ἐμφαίνει δὲ διὰ τούτου τὸ ἀπαράτρεπτον τῆς ὀργῆς, εἰ καὶ δι' ἄμφω, κατὰ τὸ εἰκὸς, σεσάλευται κατ' αὐτῶν. Ὅτι καὶ τὴν θείαν λελυπήκασι δόξαν, ἀτιμοτάτην δὲ καὶ αὐτὴν τὴν ἰδίαν ἀπέφηναν φύσιν. Ἐμπεπλῆσθαι δὲ βδελυγμάτων τὴν γῆν αὐτῶν, οὐκ ὀλίγους ὄντας, οὔτε μὴν εὐαριθμήτους ἀποφαίνων τοὺς τοῖς τῆς ἀποστασίας ἐναλόντας ἐγκλήμασι, καὶ ὅτι τὸ σέβας αὐτοῖς οὐχ ἓν, προσκεκύνηται δὲ παρ' ἑκάστου τὸ αὐτῷ δοκοῦν, καὶ πολυειδὴς εἰδώλων ἐσμὸς ὅλην αὐτῶν ἐνέπλησε τὴν γῆν. Καὶ γοῦν εἴρηται διὰ φωνῆς Ἱερεμίου, ὅτι «Κατὰ ἀριθμὸν πόλεών σου ἦσαν θεοί σου, Ἰούδα. Καὶ κατὰ ἀριθμὸν διόδων τῆς Ἱερουσαλὴμ ἐτάξατε βωμοὺς, τοῦ θυμιᾷν τῷ Βαάλ.» Πονηρὸν οὖν ἄρα καὶ δύσοιστον τῷ Θεῷ τῶν εἰδώλων ἡ ποίησις, αἰσθητῶν τέ φημι καὶ τῶν κατὰ νοῦν. Καταληΐζεται γὰρ ὁ Σατανᾶς τὰς τῶν ἀνθρώπων ψυχὰς, δεινῶς τε καὶ πολυτρόπως, ταῖς εἰς νοῦν καὶ καρδίαν φαντασίαις, ἔσθ' ὅτε καὶ εἰδώλων ἀναπλασμοῖς κατακομίζων εἰς ἁμαρτίας, καὶ εἰς αἰσχρὰς καὶ ἐκτόπους ἀποφέρων ἡδονάς. Καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου· καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοὶ, ὁ δὲ ἄνθρωπος ταπεινὸς, καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Εἰδωλολατρούσης τῆς Ἱερουσαλὴμ, μᾶλλον δὲ ἁπάσης πεπλανημένης τῆς Ἰουδαίας, καὶ ἀπονευούσης ἀχαλίνως πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχθημένων τῷ φιλαρέτῳ Θεῷ· κατεχεῖτο τρόπον τινὰ τῆς Ἰουδαίας ἁπάσης ὁ Βαβυλωνίων πόλεμος, οἳ πᾶσαν καταδῃώσαντες, ἀπεκτόνασι μὲν τοὺς κατειλημμένους, γύναια δὲ καὶ παῖδας ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν· καὶ ἐν τῇ τῶν δορυκτήτων ὄντες τάξει, μακροὺς διατετελέκασι χρόνους. Πλὴν τῆς ἐφόδου προαπηγγελμένης, καὶ μελλούσης ἔσεσθαι, τοσοῦτον τοῖς Ἰουδαίοις γέγονε δεῖμα, καὶ ἀγωνίας εἰς τοῦτο πεπτώκασιν, ὡς ἔν τε σπηλαίοις καὶ τοῖς τῶν ὀρῶν ῥωγμοῖς κατα-