Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.820
Not analysed yet
σὶν ἐν ἑαυτῷ, οὐχὶ δὴ μόνον κατὰ πληθὺν ὁρωμένους, ἀλλὰ γὰρ καὶ καθ' ἕκαστον, καὶ οἷον ὀνομαστί. Θεοπρεπὲς δὲ τοῦτο, καὶ ἐξαίρετον· καὶ γοῦν ὁ προφήτης ἐν πολλῷ ποιεῖται τὸ χρῆμα τῷ θαύματι, καί φησι πρὸς αὐτόν· Ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν. Ὡς γάρ φησιν τὸ Γράμμα τὸ ἱερὸν, Ἀριθμηταί εἰσι παρ' αὐτοῦ σταγόνες ὑετοῦ. Λάθοι γὰρ ἂν παντελῶς οὐδὲν τὴν ἀπόῤῥητον σοφίαν, τὸν πάντα εἰδότα νοῦν. Μὴ γὰρ εἴπῃς Ἰακὼβ, καὶ τί ἐλάλησεν Ἰσραήλ; Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν μου ἀφεῖλε, καὶ ἀπέστη. Ὄτι κεκλήσονται κατὰ καιροὺς οἱ πλανώμενοι, καὶ τὸ τῆς ἀληθείας εἰς νοῦν καὶ καρδίαν καταπλουτήσαντες φῶς, ἐπιγνώσονται μὲν τὸν τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην, εὖ μάλα διειρηκὼς, ἔσονται δὲ ὅτι σοφοὶ καὶ ἀγχίνοι, καὶ ἀπὸ καλλονῆς κτισμάτων θεωρήσουσιν ἀναλόγως τὸν τόδε τὸ σύμπαν ἀῤῥήτῳ δυνάμει προενεγκόντα πρὸς ὕπαρξιν, καὶ ἀποχρῶσαν αὐτοῖς ἐξυφήνας τὴν μυσταγωγίαν διὰ τῶν ἤδη προειρημένων, μεθίστησι τὸν λόγον ἐπὶ τοὺς ἐξ αἵματος Ἰακὼβ, ἤτοι τὸν Ἰσραήλ. Ἐπειδὴ γὰρ προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, καὶ τὸν τῆς σωτηρίας χορηγὸν οὐ παραδεξάμενοι, τῆς πρὸς αὐτὸν οἰκειότητος γεγόνασί που μακρὰν, οὐκέτι παραδεχθείσης τῆς κατὰ νόμον σκιᾶς, οὐκ εἰσκεκομισμένης δὲ μᾶλλον τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκυνήσεως, καὶ λατρείας, τοῦτ' ἔστι, τῆς εὐαγγελικῆς, διεγόγγυζον λέγοντες· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, τοῦτ' ἔστι, τὴν νομικὴν οὐκ ἐπισκέπτεται πολιτείαν. Ζῶντας γὰρ οὕτω. καθάπερ ἀμέλει καὶ ἡ διὰ τοῦ πανσόφου Μωσέως προστέταχεν ἐντολὴ, τῆς παρ' ἑαυτοῦ λοιπὸν ἐποπτίας οὐκ ἀξιοῖ. Ἀφεῖλε δέ μου τὴν κρίσιν καὶ ἀπέστη, τοῦτ' ἔστιν, ἔπαυσε τὸν νόμον. Κρίσιν δέ φασι τὸν νόμον· καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος Δαβὶδ πρὸς τὸν τῶν ὅλων Θεόν· «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας·» τοῦτ' ἔστι, Σὺ τὸν δι' ἀγγέλων, ἤγουν διὰ τῆς Μωσέως μεσιτείας ὡρίσω νόμον· ἔφη δὲ καὶ Μωσῆς περὶ τοῦ Ἰσραὴλ, ὅτι Ἐκεῖ ἔδωκεν αὐτῷ δικαιώματα καὶ κρίσεις. Ἀφεῖλέ μου τοίνυν τὴν κρίσιν, τοῦτ' ἔστι, τὴν κατὰ νόμον λατρείαν ἀποβεβληκὼς μονονουχὶ, καὶ ἀφεῖλεν αὐτὴν ἀφ' ἡμῶν, καὶ ἀπέστη. Κήδεται γὰρ οὐκέτι τῶν ἐξειλεγμένων, καὶ ὁ πρωτότοκος Ἰσραὴλ οἴχεται πρὸς τὸ μηδέν. Καὶ νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας; Θεὸς αἰώνιος, Θεὸς κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Πάλαι μὲν γὰρ, ὦ Ἰσραὴλ, ἐπαιδεύθης διὰ νόμου, ἔγνως διὰ προφητῶν τῆς μετὰ τὸν νόμον ἐσομένης οἰκονομίας τὸν τρόπον. Κεχρησμῴδηται μὲν γὰρ ὁ νόμος, σκιὰς ἔχων καὶ τύπους τῶν μελλόντων ἀγαθῶν, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ὡς ἐν ὠδῖσιν ἔχων τῷ γράμματι· πολυτρόπως γὰρ διὰ τῆς κατὰ νόμον ἐντολῆς προανεμορφοῦτο Χριστὸς, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον αἰνιγματωδῶς κατεγρά-