Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.821
Not analysed yet
φετο· καὶ πιστώσεται λέγων αὐτὸς τοῖς ἀπειθεῖν ἑλομένοις ἐξ Ἰσραήλ· «Εἰ πιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Ἐπειδὴ δὲ, φησὶν, αἰτιᾶται λέγων, Οὐκ ἐπισκέπτεταί μου τὰς κατὰ νόμον ὁδούς· τοῦτο γάρ ἐστι τό· Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὅτι ἀφεῖλεν ἡμῶν τὴν κρίσιν, ἤτοι τὸν νόμον, καὶ ἀπέστη· ὡς ἠγνοηκὼς δέ που πάντως τὸν ἐν τῷ Θεῷ σκέποντα, τοιάδε φησί· Ἔστω, φησὶ, κἂν γοῦν νῦν οὐκ ἔγνως, εἰ μὴ ἤκουσας; τοῦτ' ἔστιν, εἰ μὴ ἀκούσειας; ὅμοιον δὲ ὡς εἰ λέγοι· Δέχομαι τὴν προσποίησιν οἰκονομικῶς. Οὐκ ἔγνως, εἰ μὴ μάθοις, ἤτοι μὴ ἀκούσας. Ἄκουε τοίνυν, Θεὸς αἰώνιος. Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει. Προσεκόμιζες δὲ, φησὶ, τὰς δι' αἱμάτων θυσίας πρόβατα, καὶ βοῦς ἀνετίθεις ἀποπεραίνων εὐχάς· λιβανωτοῖς ἐτίμας καὶ καπνοῖς, τρυγόσι καὶ περιστεραῖς· ἀλλ' ἴσθι τοι καὶ μὴ ἀγνοήσῃς ὅτι τὰ ἄκρα κατεσκεύασε ὁ Θεὸς ὁ αἰώνιος. Ἄκρα δὲ τῆς γῆς τὰ πέρατά φησιν, ἵνα διὰ τούτου νοῆται πᾶσα. Οὐ πεινάσει, οὐδὲ κοπιάσει. Ὅμοιον εἶναι τοῦτό φημι τῷ πρὸς αὐτοὺς εἰρημένῳ, διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι;» Πῶς γάρ μοι, φησὶ, προσκομίζετε τὰς θυσίας; ἆρ' ὡς πεινῶντι, καὶ ὑπὸ λιμοῦ κοπιᾷν εἰωθότι; ἄπαγε τῆς δυσβουλίας. Ὁ γὰρ αἰώνιος Θεὸς ὁ φθείρεσθαι μὴ εἰδὼς, οὔτε πεινάσει, οὔτε κοπιάσει· οὐδὲ γὰρ αὐτοῦ τι τῶν ἀνθρωπίνων ἅψεται. Ἀλλ' οὐδ' ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Αἰτία μὲν γὰρ ἔσθ' ὅτε, φησὶ, λέγων· Εἰ νῦν ἀπαράδεκτον ἐποιήσω τὴν διὰ Μωσέως ἐντολὴν, ἤτοι τὴν ἐν νόμῳ σκιὰν, τί καὶ ὅλως ἐνομοθέτεις ἐν ἀρχαῖς; εἰ κρείττονα τῶν ἀρχαίων τὰ νέα, τοῦτ' ἔστι, τὰ εὐαγγελικὰ θεσπίσματα, διατί ταῦτα καὶ πρὸς αὐτοῦ τέθειται τοῦ νόμου; Ἀλλὰ μὴ εἴπῃς τοῦτο, φησίν. Οὐ γὰρ εὑρεῖν δύνασαι τὴν ἀκατάληπτον φρόνησιν, ἤτοι σοφίαν τοῦ Θεοῦ. Δέδοται μὲν γὰρ ἡ διὰ Μωσέως ἐντολή· καὶ ἐπὶ τίσιν ἄρα, καὶ διὰ ποίαν αἰτίαν ὁ Παῦλος διδάξει, λέγων, ὅτι «Νόμος παρεισῆλθε, ἵνα πλεονάσῃ τὸ παράπτωμα.» Καὶ πάλιν· «Συνέκλεισε γὰρ ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.» Ὡρίσθη τοίνυν ὁ τῆς ἁμαρτίας παραδεικτικὸς, καὶ οἱονεὶ τῆς ἁπάντων ἀσθενείας ἔλεγχος, ἵνα, ἐπείπερ οὐκ οἶδε δικαιοῦν τοὺς ἡμαρτηκότας, κατακρίνει δὲ μᾶλλον αὐτοὺς, λοιπὸν ἀναγκαίως εἰσφέρεται τῆς διὰ Χριστοῦ φιλοτιμίας ἡ χάρις, δικαιοῦσα τὸν ἀσεβῆ, καὶ ἀπαλλάττουσα τῶν πλημμελημάτων τοὺς ἐνισχημένους αὐτοῖς. Οὐκοῦν οὐκ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως τοῦ πάντα σοφῶς οἰκονομοῦντος Θεοῦ, καὶ προαναδείξαντος μὲν τὸν νόμον εἰς ἔλεγχον ἁμαρτίας, πέμψαντος δὲ τὸν Υἱὸν ἐξ οὐρανῶν, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίαις. Διδοὺς τοῖς πεινῶσιν ἰσχὺν, καὶ τοῖς μὴ ὀδυνομένοις λύπην. Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται. Οἱ δὲ ὑπομένοντες Θεὸν, ἀλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοὶ, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσι.