Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.824
Not analysed yet
Νόει δή μοι κατὰ κοινοῦ, τὸ, ὅτι Θεὸς ὁ αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, αὐτός ἐστιν ὁ διδοὺς τοῖς πεινῶσιν ἰσχύν. Οὐ γάρ τοι τροφῆς ἐν ἐνδείᾳ γέγονέ ποτε Θεὸς ὢν καὶ αἰώνιος. Δίδωσι δὲ τοῖς πεινῶσι μᾶλλον αὐτὸς τὴν δικαιοσύνην, πνευματικὴν εὐανδρίαν· δίδωσι δὲ ὁμοίως καὶ τοῖς μὴ ὀδυνομένοις λύπην. Καὶ τοῦτο νοήσεις διχῆ. Καὶ γάρ τοι ἐκ πολλῆς ἄγαν ἀναισθησίας, καὶ ἐκ τοῦ μὴ ἐγνωκέναι τὸ ἀρέσκον Θεῷ, μήτε μὴν εἰδόσιν ὅτι προσκρούοντες αὐτῷ δειναῖς, καὶ ἀφύκτοις περιπεσοῦνται δίκαις, δίδωσιν εἰς ἐπικουρίαν τὸ λυπεῖσθαι λοιπὸν ἐφ' οἷς ἂν πταίωσιν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητόν τε κατεργάζεται, ἤγουν τοῖς σταυρώσασι τὸν Ἰησοῦν, καὶ τάχα που καὶ χαίρουσιν ἐπὶ τούτῳ (διετέθησαν γὰρ οὕτως οἵ τε τῶν Ἰουδαίων καθηγηταὶ, καὶ ὅσοι τετολμήκασιν εἰπεῖν· «Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν·») διδοὺς λύπην, συμφοραῖς αὐτοὺς καὶ πολέμου κακοῖς ὁμιλῆσαι παρασκευάσας· καὶ ὅτι τῆς πρὸς αὐτὸν οἰκειότητος ἀπωλισθήκασιν, ἔρημοι γεγόνασιν ἀπάσης ἰσχύος καὶ τροφῆς πνευματικῆς. Ταύτῃτοι μονονουχὶ καὶ διερμηνεύων τὸ εἰρημένον ἐπιφέρει, λέγων· Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὸ ἐκλελύσθαι τὰ ἔθνη, ἠσθενηκέναι τε οὕτως, καὶ ὑπὸ πόδας ἐῤῥίφθαι διαβολικοὺς, καὶ πράττειν ἀμελητὶ τὸ τοῖς ἀκαθάρτοις πνεύμασι δοκοῦν, ἀνδρεῖοί τινες ἦσαν καὶ νεώτεροι· νοητῶς δὲ δηλονότι, καὶ πνευματικῶς, πείνῃ καὶ κόπῳ κατείχοντο. Οἱ δὲ διὰ τῆς ἐν νόμῳ παιδαγωγίας εἰδότες ἀγαθουργεῖν, καὶ τὴν δοθεῖσαν ἅπαξ ἀποπεραίνοντες ἐντολὴν, ἀλλ' οὗτοι, φησὶ, πεινάσουσι, καὶ κοπιάσουσι, τοῦτ' ἔστιν, ἀνίσχυες ἔσονται πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν. Ὁ γάρ τοι λιμὸς τῶν θείων λόγων εἰ συμβαίνοι τισὶν, ἀποφαίνει δὴ πάντως αὐτοὺς ἠσθενηκότας, καὶ παρειμένους, καὶ καταθλεῖν εἰδότας τῶν ἀγαθῶν οὐδέν. Ὅτι δὲ λιμῷ κατεφθάρη τὸ ἔθνος τὸ ἐξ Ἰσραὴλ, ἐξῃρημένων τοῦ κακοῦ τῶν πεπιστευκότων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, προαναφωνεῖ Θεὸς, καὶ πάλαι λέγων δι' ἑνὸς τῶν προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπάξω λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου· καὶ ἀπ' ἀνατολῶν ἕως δυσμῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσι.» Πῶς γὰρ οὐκ ἔμελλον ἀνίσχυες ἔσεσθαι καὶ κοπιᾷν, καταφθείρεσθαί τε λιμῷ νοητῷ, δῆλον ὅτι Χριστὸν οὐ παραδεξάμενοι, καίτοι λέγοντα σαφῶς· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· ἐάν τις τὸν ἄρτον τοῦτον φάγῃ, ζήσεται εἰς τὸν αἰῶνα;» Ἐπειδὴ δὲ διὰ πολλὴν ἀβουλίαν, καίτοι μεταλαχεῖν ἐξὸν, οὐ κατεδηδόκασι τὸν ἄρτον τῆς ζωῆς, λιμῷ κατατήκονται, τρυφώντων τῶν ἐθνῶν. Ἀληθὲς γὰρ ὅτι, καθά φησιν ὁ Σολομὼν, «Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.» Ἀλλὰ ταῦτα μὲν Ἰουδαίους συνέβη παθεῖν. Δεδυσσεβήκασι γὰρ εἰς τὸν ἀρχηγὸν τῆς ζωῆς.