Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.825
Not analysed yet
Οἵ γε μὴν ὑπομένοντες τὸν Θεὸν, τοῦτ' ἔστιν, οἱ Χριστῷ δουλεύοντες, καὶ τὰ αὐτοῦ φρονοῦντες, καὶ κατορθοῦν σπουδάζοντες, ἀλλάξουσιν ἰσχύν. Οὐ γὰρ ἐν ἐκείναις μεμενήκασι ταῖς ἀσθενείαις ἐν αἷς ἦσάν ποτε πλανώμενοι, καὶ ὑπεζευγμένοι τῷ Σατανᾷ, καὶ ταῖς κοσμικαῖς ἡδοναῖς, ἀλλ' ἑτέραν ἕξουσι, τοῦ Χριστοῦ δηλονότι χορηγοῦντος αὐτοῖς τὸ δύνασθαι κατευμεγεθεῖν βδελυρᾶς ἁπάσης ἡδονῆς, καὶ τῶν τῆς ἁμαρτίας ἔξω φέρεσθαι βρόχων. Γέγραπται γάρ· «Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.» Ἀνακαινισθήσονται δὲ οὕτω, φησὶν, ὡσανεὶ καὶ ἀετοί. Καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος Δαβίδ· «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.» Δραμοῦνται δὲ, καὶ οὐ κοπιάσουσι. Πρόθυμοι γὰρ καὶ νεανικοὶ τὰς τῆς εἰς Θεὸν εὐσεβείας διοδεύσουσι τρίβους, διδόντος αὐτοῖς τὰ ζωαρκῆ, καὶ κοπιᾷν οὐκ ἐῶντος Χριστοῦ. Ἐμπίμπλησι γὰρ τὰς καρδίας τῶν ἀγαπώντων αὐτὸν τῆς ἄνωθεν εὐσθενείας, ὥστε κἂν εἰ γένοιτο πειρασμοῖς καὶ κόποις περιπεσεῖν, κατορθοῦντας τὴν ἀρετὴν, κρείττους γενέσθαι τοῦ καμεῖν, εὖ εἰδότας ὅτι πολύευκτον ἡ ὑπομονὴ, κἂν εἰ ἐνυπάρχοι τισὶν, ἀποφαίνει δὴ πανδοκιμωτάτους. «Κατεργάζεται γὰρ ἡ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει τοὺς οὕτω ζῇν εἰωθότας.» Παραθήγει πρὸς εὐανδρίαν, δῆλον δὲ ὅτι τὴν ἐφ' ἅπασιν ἀγαθοῖς, ὁ μακάριος Δαβὶδ λέγων· «Ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.» Ἐγκαινίζεσθε πρός με, νῆσοι. Οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν, καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν εὐαγγειλάτωσαν. Κατὰ διαφόρους τρόπους αἱ νῆσοι νοοῦνται. Εἰσὶ μὲν γὰρ καὶ ἐν θαλάσσαις πολλαὶ, λέγονται δὲ οὕτω καὶ πόλεις ἔσθ' ὅτε, καὶ κῶμαι πλατεῖαν ἔχουσαι κύκλῳ γῆν ἀνήροτον καὶ κεχερσωμένην· τοιαύτας εἶναί φασι τὰς τῶν Ἰδουμαίων καὶ Μωαβιτῶν, ὡς ἐν ἐρήμῳ κειμένας. Ἦσαν δὲ οὗτοι δυσσεβεῖς καὶ εἰδωλολάτραι, καὶ τῆς Ἰουδαίων χώρας οὐ μακράν. Φαμὲν τοίνυν, ὅτι τὴν τῶν ἐθνῶν πρόσληψιν κατασημεῖναι θέλων, καὶ ὡς ἐκ μέσου ἐπὶ τὸ πᾶν τὴν τοῦ πράγματος δύναμιν ἀποφέρων, ταῖς τῶν πλανωμένων πόλεσι προσφωνεῖ, λέγων· Ἐγκαινίζεσθε πρός με, νῆσοι, τοῦτ' ἔστι, τὴν ἐκ τοῦ πλανᾶσθαι, καὶ πλημμελεῖν παλαίωσιν, καὶ σαθρότητα τῶν ἰδίων ἀποπεμψάμενοι καρδιῶν, ἀνακαινίσθητε διὰ μεταγνώσεως. Βουλεύσασθε τὰ ἀμείνω, παραδέξασθε τὴν εἰς καινότητα ζωῆς ἀνακαινίζουσαν χάριν, δῆλον δὲ ὅτι τὴν διὰ Χριστοῦ. Εἰκὸς δὲ δὴ καὶ ἑτέρως, νήσους ἐνθάδε κατωνομάσθαι τὰς Ἐκκλησίας, αἳ μονονουχὶ μεταξὺ περιστάσεων κοσμικῶν τέθεινται, καὶ τοῖς τῶν ἐπανισταμένων αὐταῖς περικλύζονται κύμασι, πλὴν ἵδρυσιν ἔχουσιν ἀσφαλῆ, καὶ ἀκράδαντον διαμένουσι. Τεθεμελίωνται γὰρ ἐπὶ πέτραν, καὶ ἔστιν ἐν αὐτῇ Χριστός. Αὗται τοίνυν αἱ ὡς νῆσοι κατωνομασμέναι, τοῦτ' ἔστιν, αἱ Ἐκκλησίαι. Σημαίνεται δὲ δι' αὐτῶν, ἡ τῶν διὰ πίστεως κεκλημένη πληθὺς, ἡ φιλαμαρτήμων ποτὲ, ἡ βδελυρὰ καὶ ἀκάθαρτος, σαθρὰ δὲ καὶ ἐῤῥυτιδωμένη, μετεφοίτησε διὰ Χριστοῦ πρὸς καινότητα ζωῆς, γέγονε παρθένος, ἁγνὴ, μὴ