Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.828
Not analysed yet
ἔχουσα σπίλον, ἢ ῥυτίδα, ἁγία δὲ μᾶλλον, καὶ ἄμωμος. Οὐκοῦν ἐγκαινίζεσθε πρός με, φησίν. Ἀλλάξαι γε μὴν τοὺς ἄρχοντας ἰσχὺν εὖ μάλα διϊσχυρίζεται. Ἄρχοντας ἐνταῦθα τοὺς τῆς ἀληθείας ὀνομάζει κήρυκας, ἑτέρους ἀνθ' ἑτέρων μετὰ τὴν κλῆσιν γεγενημένους. Καὶ δηλοῦσι Πέτρος καὶ Παῦλος, καὶ ὁ λοιπὸς τῶν ἀποστόλων κατάλογος, εἰς οὓς προσφυέστερον ἐκλαβέσθαι καὶ τὸ, Πτεροφυήσουσιν ὡς ἀετοί. Δραμοῦνται, καὶ οὐ κοπιάσουσι. Βαδιοῦνται, καὶ οὐ πεινάσουσι. Τοιαῦτα γὰρ αἱ κατ' αὐτοὺς Πράξεις ἐμφαίνουσι θαύματα. Οὐ γάρ τοι κατὰ τοὺς πρώτους, τοῦτ' ἔστι, τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἱ τοῦ Σωτῆρος ἡμῶν γεγόνασι μαθηταί. Ἀλλ' ὡς ἐν ἑτέρᾳ δυνάμει, πνευματικῇ δῆλον δὲ ὅτι, πολλῷ ἦσαν ἀμείνους, καὶ ἀσυγκρίτως ὑπερκείμενοι τοῖς κατὰ ἀρετὴν αὐχήμασιν. Οὗτοι τοίνυν οἱ ἄρχοντες ἐγγισάτωσαν, καὶ λαλησάτωσαν ἅμα. Τὸ δὲ, ἐγγισάτωσαν, κατὰ χρόνον νοήσεις. Εἰ γὰρ ἀναδείξειεν αὐτοὺς ὁ καιρὸς, ἅμα λαλήσουσιν. Ὅμοιον ὡς εἰ λέγοι· Πάντες τὸ αὐτὸ τοῖς μυσταγωγουμένοις ἐροῦσιν. Ὡς γὰρ ἐξ ἑνὸς λαλοῦντες πνεύματος οὐ τοῖς ἀλλήλων διαμαχοῦνται λόγοις, συμφώνως δὲ μᾶλλον τὸ περὶ τῶν θείων δογμάτων ποιήσονται κήρυγμα, καὶ καταγγελοῦσι κεκρυμμένως τὸ Χριστοῦ μυστήριον. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ, Τότε κρίσιν ἀναγγειλάτωσαν. Ἐπειδὴ γὰρ οἱ ἐξ Ἰσραὴλ κρίσιν ὠνόμαζον τὸν διὰ Μωσέως νόμον, ταύτῃτοι καὶ μάλα εἰκότως ἀντεξάγων αὐτῷ τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, κρίσιν αὐτὸ διὰ τούτων ἀποκαλεῖ. Ἡ γὰρ ἀληθῶς δικαιοκρισία, καὶ τῆς ἀρεσκούσης Θεῷ νομοθεσίας ἡ δύναμις, οὐκ ἔν γε μᾶλλον τῇ κατὰ νόμον σκιᾷ διαφαίνεται, ἀλλ' ἐν τῷ κηρύγματι τῶν ἁγίων μυσταγωγῶν τῶν νέων ἀρχόντων. Οἳ καὶ μαθόντες παρὰ Χριστοῦ τὴν κρίσιν, ἤτοι τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρὸς, ταύτην καὶ ἡμῖν ταυτοεποῦντες ἀπηγγέλκασιν. Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; Οὐκ ἀπό γε ψιλῆς καὶ μόνης τῆς ἐν τοῖς ποιήμασι μεγαλουργίας καταθαυμάζεσθαι πρέπει τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, ἀλλὰ γὰρ καὶ δι' ὧν εὐεργετεῖ, τῆς ἐνούσης αὐτῷ γαληνότητος ποιεῖται τὴν ἔνδειξιν. Σέσωκε γὰρ τοὺς ἐπὶ τῆς γῆς, καὶ ἀπολωλὸς εἰσάπαν τὸ γένος τὸ ἀνθρώπινον καὶ θανάτου, καὶ φθορᾶς ἐξείλετο, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας. Κατήργηκε γὰρ αὐτὸν, ὁμοῦ ταῖς δυνάμεσι ταῖς σὺν αὐτῷ, δεδικαίωκε δὲ διὰ πίστεως, τὴν τυραννήσασαν καθ' ἡμῶν ἀποσοβήσας ἁμαρτίαν. Ἀλλὰ ταυτὶ δὴ πάντα κατωρθώθη διὰ Χριστοῦ· «Γέγονε γὰρ ἡμῖν παρὰ Θεοῦ καὶ Πατρὸς δικαιοσύνη καὶ ἀπολύτρωσις, καὶ ἁγιασμός.» Καὶ πεφωτίσμεθα δὲ δι' αὐτοῦ, μετεσχήκαμεν δὲ φειδοῦς καὶ ἀγάπης, καὶ ἁπαξαπλῶς παντὸς τοῦ σώζειν εἰδότος. Καὶ τοῦτο ἡμῖν δι' ἑνὸς τῶν ἁγίων προφητῶν προανεφώνει λέγων· «Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου, ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Τίς τοίνυν, φησὶ, καθάπερ ἥλιον ἐξ ἀνατολῶν ἀνασχεῖν παρεσκεύασε τὴν δικαιοσύνην; τοῦτ' ἔστι, Χριστόν. Τίς ἐκάλεσεν αὐτήν; τοῦτ' ἔστιν, ἀφικέσθαι παρεσκεύασε, καὶ