Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.829
Not analysed yet
ἐμφανισθῆναι δὲ οὕτως, ὡς καὶ πορεύεσθαι κατὰ πόδας τοῦ κεκληκότος, ἀντὶ τοῦ μονονουχὶ κατ' ἴχνος ἰέναι τοῦ Θεοῦ καὶ Πατρός; Ἀνεστράφη γὰρ οὕτως ἐν γῇ Κύριος, τὰ τοῦ Πατρὸς ἔργα πληρῶν, καὶ αὐτὸν ἡμῖν ἐν ἰδίᾳ φύσει καταδεικνύς. Ἦν γὰρ καὶ ἔστιν ἰσοσθενὴς αὐτῷ, καὶ δι' αὐτῶν τῶν πραγμάτων πεπληροφόρηκε τοὺς ἐπὶ τῆς γῆς, ὅτι κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχει τῷ γεγεννηκότι. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύητέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἑπόμενος δὴ πανταχοῦ τῇ θελήσει τοῦ Πατρὸς, μᾶλλον δὲ αὐτὸς ὢν ἡ θέλησις τοῦ Πατρὸς, τοῖς Ἰουδαίων δήμοις προσεφώνει λέγων· «Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα. Καὶ ἐὰν κρίνω δὲ ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστὶν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Ὁρᾷς οὖν ὅπως οἱονεὶ κατὰ πόδας πορεύεται τοῦ Πατρός. Τοιγάρτοι καὶ ἔφασκεν· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι·» καὶ, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα μου.» Δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει. Καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν. Καὶ διώξεται αὐτοὺς, καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. Τίς ἐνήργησε, καὶ ἐποίησε ταῦτα; Ἐκάλεσεν αὐτὴν, ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχαίων. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, κτηνῶν ἀλόγων διενεγκόντες οὐδὲν οἱ ἐπὶ τῆς γῆς, ἀμαθίᾳ πολλῇ συζῶντες ἐφαίνοντο, κεκράτηντο δὲ καὶ ἀγνωσίᾳ καὶ σκότῳ, καὶ δεδουλεύκασι τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου, καὶ τοῖς τοῦ διαβόλου θελήμασι τὸν τῆς ἑαυτῶν διανοίας ὑπενεγκόντες αὐχένα, ταῖς εἰς φαυλότητα τροχιαῖς κατεφέροντο πρὸς ἀπώλειαν. Ἀλλ' ἐπέλαμψεν αὐτοῖς ὁ Χριστός. Αὐτὸς γάρ ἐστιν ἡ προσδοκία τῶν ἐθνῶν. Καὶ τῶν πάλαι πλεονεκτούντων ἀπαλλάξας ἐλευθέρους ἀπέφηνε, καὶ υἱοὺς Θεοῦ, πάντα ῥύπον τὸν ἐν αὐτοῖς διασμήξας· δεδικαίωκε γὰρ διὰ πίστεως, καὶ τῇ τοῦ ἁγίου Πνεύματος χύσει λαμπροὺς ἀπέφηνε καὶ πεφωτισμένους. Τὴν τοίνυν δικαιοσύνην τὴν ἐν ἡλίου τάξει μονονουχὶ καὶ ἐγηγερμένην ἐξ ἀνατολῶν δέδωκε τοῖς ἔθνεσιν, ἐξωσθέντος δηλονότι τοῦ Ἰσραὴλ διὰ τὴν εἰς αὐτὸν δυσσέβειαν. Οὗ δὴ γεγονότος, καὶ πληθύος ἀνασεσωσμένης τῆς οὕτω πολλῆς ἐξανέστησαν οἱ βασιλεῖς. Ἔκστασις γὰρ ὥσπερ ἐπιπέπτωκε τοῖς κοσμοκράτορσι τοῦ αἰῶνος τούτου, καὶ πεφόβηνται τὸ θεῖον καὶ ἀφόρητον κρίμα, τὸ ἐπί γε, φημὶ, τοῖς ἔθνεσι γεγονός. Οἱ δὲ πάλαι δεινοί τε καὶ εὐσθενεῖς καὶ τῇ θείᾳ δόξῃ μαχόμενοι, καὶ οἷον ὅπλα κινεῖν κατ' αὐτῆς εἰωθότες, καὶ μαχαίρας ἀπογυμνοῦν, καὶ τὸ τῆς ἀπονοίας ἐντείνειν τόξον, πεπτώκασιν εἰς γῆν, καὶ τὰ τοῦ πολέμου σκεύη μεθέντες, φρυγάνοις ἐν ἴσῳ γεγόνασι. Πεποίηται δὲ πάλιν ὁ ἐπὶ τούτοις λόγος ὡς ἐξ ὁμοιότητος τῶν καθ' ἡμᾶς. Ἥττηνται γὰρ αἱ πονηραὶ δυνάμεις καὶ ἅπας αὐτῶν κακουργίας ᾐσθήνησε τρόπος, Χριστοῦ διαρπάζοντος τὰ σκεύη αὐτῶν. «Οὐ γὰρ ὠφελήσει,»