Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.832
Not analysed yet
φησὶν, «ὁ ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν.» Ἔδει γὰρ, ἔδει, προανῃρημένων τῶν κακῶν, καὶ πονηρῶν δυνάμεων, καὶ κατενεχθέντος εἰς γῆν τοῦ πάντων ἐχθροῦ, τότε δὴ τότε, καὶ λίαν καιροῦ, τῶν ἐθνῶν γενέσθαι τὴν λύτρωσιν. Κατεδίωξε γὰρ αὐτοὺς ὁ Χριστὸς, τοῦτ' ἔστιν, ἔτρεψε πρὸς φυγήν. Οὐ γὰρ ἦν ἀντανίστασθαι τῷ Θεῷ, καὶ τὴν ἀρχαίαν αὐτῶν τυραννίδα συνελαύνοντος εἰς πέρας, μὴ οὐχὶ πάντη τε καὶ πάντως ἐκεῖνα παθεῖν ἅπερ ἦν ἀκόλουθον ἐπενεχθῆναι παρ' αὐτοῦ τοῖς ἀπολέσασι τὴν γῆν. Δεδιωγμένων τοιγαροῦν τῶν ἐχθρῶν. Ἡ ὁδὸς γὰρ, φησὶ, τῶν ποδῶν αὐτοῦ ἐν εἰρήνῃ διελεύσεται· οὐδὲν γὰρ γέγονεν ἐμποδὼν οἰκονομοῦντι τὰ καθ' ἡμᾶς τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἀλλ' οἷον διὰ ψιλῆς καὶ ὑπτίας ὁδοῦ βαδίζων, τὴν πάντων ἡμῶν κατώρθωκε σωτηρίαν, οὐδενὸς ἐχθροῦ παραλύοντος ἢ ἀνθισταμένου. Πεπτώκασι γάρ. Τίς οὖν ἄρα ἐνήργησε ταῦτα πάντα, ἢ τίς ἐκάλεσε τὴν δικαιοσύνην; Οὐκ ἐγὼ, φησὶν, ὁ νῦν μὲν καὶ ἐν καιρῷ τῷ ἐσχάτῳ καταδείξας αὐτὴν, κεκληκὼς δὲ αὐτὴν ἀπὸ γενεῶν ἀρχαίων. Οὐ γὰρ πρόσφατόν ἐστι τὸ Χριστοῦ μυστήριον, προώριστο δὲ μᾶλλον πρὸ καταβολῆς κόσμου, προεγνωκότος Θεοῦ τὸ ἐσόμενον. Ἅμα γὰρ πέπτωκεν ὁ Ἀδὰμ, μᾶλλον δὲ πρὶν εἰς τοῦτο κατολισθεῖν αὐτὸν, προενόησεν ὁ Δημιουργὸς καὶ τῆς ἐσομένης αὐτῷ κατὰ καιροὺς θεραπείας, δῆλον δὲ ὅτι τῆς διὰ Χριστοῦ. Προωρίσατο τὸν τρόπον, καὶ μή τι θαυμάσῃς, ὅτι καὶ ἡμᾶς αὐτοὺς διὰ πίστεως τῆς εἰς αὐτὸν δεδικαιωμένους προαναθροίσας εὑρίσκεται. Οὓς γὰρ ἔγνω, φησὶ, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν. Ὅτε τοίνυν ἡμεῖς προωρίσμεθα κατὰ πρόγνωσιν, πῶς οὐ μᾶλλον αὐτὸς ὁ δι' οὗ σεσώμεθα, καὶ κεκλήμεθα; Ἐγὼ Θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἤγγισαν, καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι. Πρῶτον εἶναι ἑαυτὸν Θεόν φησιν, οὐχ ὡς γεγονότος μετ' αὐτὸν δευτέρου. Πῶς γὰρ ἢ πόθεν; εἷς γάρ ἐστι καὶ τῶν ὅλων Θεὸς, οὐκ ἀρχὴν ἔχων τοῦ εἶναι, κεκληκὼς δὲ μᾶλλον εἰς τὸ εἶναι τὰ πάντα. Αὐτὸς οὖν πρῶτος καὶ μόνος, καὶ ἄναρχος Θεὸς, ὁ τῶν ὅλων δημιουργὸς, καὶ εἰς ἀπεράντους αἰῶνας τοὺς ἐφεξῆς οὐ καθ' ἕτερον ἔσται τρόπον, αὐτὸς γάρ ἐστι καὶ μόνος. Ἐπειδὴ δὲ τεθέανται τὰ ἔθνη Χριστὸν καὶ τὴν παρ' αὐτοῦ γενομένην ἡμῖν δικαιοσύνην, τεθέανται δὲ πάντες τοῖς τῆς διανοίας ὄμμασι τὴν δόξαν αὐτοῦ, πεφόβηνται, φησὶν, οἱ ἀπ' ἄκρων τῆς γῆς ἕως ἄκρων, τοῦτ' ἔστιν, οἱ ἀνὰ πᾶσαν τὴν οἰκουμένην. Καὶ συνήχθησαν καὶ ἤγγισαν, οὐκέτι μένοντες μακρὰν, καὶ ὡς ἀλλοτριούμενοι διὰ τὴν ἁμαρτίαν, ἀλλ' οἷον ἐγγὺς γεγονότες διὰ τὴν οἰκειότητα τὴν πνευματικὴν, καὶ εἰς μίαν πίστιν καὶ ὁμοψυχίαν συνενηγμένοι. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, ὅτι Ἤγγισαν, καὶ ἦλθον ἅμα. Γευσάμενοι δὲ τοῦ Κυρίου, καὶ συνέντες ὅτι χρηστός ἐστι, καὶ τῆς ἀληθείας τὸ κάλλος καταθαυμάσαντες, οὐχ ἑαυτοῖς μόνον τετηρήκασι τὸ δῶρον, ἀλλὰ γὰρ