Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.833
Not analysed yet
εὖ ποιοῦντες, καὶ ἐπιεικῶς κεκρίκασιν ἕκαστος τῷ ἀδελφῷ καὶ τῷ φίλῳ βοηθῆσαι, φησιν. Καὶ ἐρεῖ· Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων. Ποτὲ μὲν ἐρεῖ· Σύμβλημα καλόν ἐστιν. Ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, θήσονται αὐτὰ, καὶ οὐ κινηθήσονται. Τῆς ἐπικουρίας τὸν τρόπον καθίστησιν ἐναργῆ. Ἕκαστος γὰρ τῶν κεκρικότων τῷ πλησίον, καὶ τῷ ἀδελφῷ βοηθῆσαι, μυσταγωγηθεὶς, φησὶ, καὶ ἐγνωκὼς τὴν ἀλήθειαν, καὶ ἑτέρους νουθετήσει λέγων· Ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων. Ἴσχυσε δὲ τίνα τρόπον; συνθεὶς γὰρ εἴδωλα καὶ διαγλύψας εἰς θεὸν ὁ τεκτονικὴν ἔχων τὴν ἐμπειρίαν, καὶ μὴν καὶ χαλκεὺς τύπτων σφυρήλατον ἄγαλμα πεποιηκὼς ἀπεκόμισε τοῖς ἠπατημένοις εἰς ἀδόκιμον νοῦν, καὶ τῶν ἑαυτοῦ πόνων ἤγουν εὑρημάτων ἀπέφηνε προσκυνητὰς τοὺς κατ' εἰκόνα Θεοῦ γεγονότας. Εἶτα διαγελᾷ τῶν εἰδώλων τὴν ποίησιν, καὶ οἷον ἀπομιμεῖται τῶν ἐργαζομένων αὐτὰ τοὺς λόγους ἐπιφωνούντων ἀλλήλοις, ὅτι Σύμβλημα καλόν ἐστιν. Οἱ γὰρ τῶν εἰδώλων δημιουργοὶ χεῖρα τυχὸν ἢ πόδα, ἢ καὶ ἕτερόν τι τῶν τοῦ σώματος μορίων ἀπεργασάμενοι ἀποτελοῦσι αὐτὰ διὰ συμβλημάτων, καὶ μέλη μέλεσιν ἐναρμόζοντες, καὶ ἰσχυρὰ ποιοῦντες αὐτὰ ἐν ἥλοις· εἶτα τιθέντες καὶ ἀσφαλιζόμενοι πρὸς τὸ ἑστάναι, καὶ μὴ σαλεύεσθαι. Γέλως δὲ ταῦτά ἐστι καὶ ἕτερον οὐδὲν, καὶ τῆς τῶν προσκυνούντων αὐτὰ ματαιότητος, καὶ τῆς εἰς ἄκρον εὐηθείας ἀποδεικτικά. Τὸ γὰρ εἰδέναι μὲν ὅτι καὶ ἐκ μορίων λεπτῶν καὶ συμβλημάτων τῶν κατὰ μέρος ἀπετελέσθη τὸ εἴδωλον, καὶ τὴν ἐπὶ τῷ γενέσθαι, καὶ μὴν, καὶ ἑστάναι διαμονὴν, καὶ ἀσφάλειαν ἐν ἥλοις ἔχειν· εἶτα προσκυνεῖν αὐτὰ, καὶ θεοὺς ὀνομάζειν, πῶς οὐχ ἁπάσης μωρίας ἐπίμεστον ἀληθῶς; Σὺ δὲ, Ἰσραὴλ, παῖς μου, Ἰακὼβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἀπ' ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε, καὶ εἶπά σοι· Παῖς μου εἶ, ἐξελεξάμην σε, καὶ οὐκ ἐγκατέλιπόν σε. Μὴ φοβοῦ. Μετὰ σοῦ γάρ εἰμι. Μὴ πλανῶ. Ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι, καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. Μυσταγωγήσας εὖ μάλα τοὺς ἐξ ἐθνῶν, καὶ εἰδέναι παρασκευάσας ὅτι καὶ Θεός ἐστι καὶ τῶν ὅλων δημιουργὸς, αὐτῷ τε ὑπείκει τὰ πάντα καὶ τοῖς θείοις αὐτοῦ νεύμασι, καὶ γεγόνασιν ἐν ἀρχαῖς, καὶ πρὸς τὸ εἶναι παρενηνεγμένα πέπηγεν ἐν καλῷ, καὶ ἀκλόνητον ἔχει διαμονὴν, παραθαρσύνει λοιπὸν ἀναγκαίως τοὺς τῶν εὐαγγελικῶν θεσπισμάτων ἱερουργοὺς, δι' ὧν ἔμελλον τὸν τῆς κατηχήσεως ποιεῖσθαι λόγον τοῖς ἐξ ἐθνῶν. Ἀποφαίνει δὲ αὐτοὺς σοφοὺς καὶ εὐτολμοτάτους, καὶ τῆς τῶν ἁγίων πατέρων ἀρετῆς ἀποφέρει πρὸς ἀνάμνησιν, καὶ τὴν εἰς αὐτοὺς γενομένην ἀγάπην εἰδέναι βούλεται. Ταύτῃτοί φησι· Σὺ δὲ, Ἰσραὴλ, παῖς μου, Ἰακὼβ, ὂν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα. Ἰακὼβ δὲ καὶ Ἰσραὴλ, καὶ σπέρμα τὸ Ἀβραὰμ τοῦ ἠγαπημένου, εἶεν ἂν οὐχ ἕτεροι παράγε τοὺς ἐξ Ἰσραὴλ πιστεύσαντας εἰς Χριστὸν, ὧν οἱονεί τινες ἀπαρχὴ