Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.836
Not analysed yet
γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Ἀπολέκτους δὲ γενέσθαι, καὶ ἠγαπῆσθαί φησι τοὺς πατέρας, μονονουχὶ λέγων· Οἱ ἐκ ῥίζης εὐγενοῦς, καὶ τῆς οὕτω τετιμημένης καὶ ἠγαπημένης παρ' ἐμοῦ, οἱ ἐξ αἵματος Ἀβραὰμ, τῆς πατρῴας ἀρετῆς ζηλοῦτε τὴν εὐφημίαν, καὶ τῆς ἐκείνων φιλοθεΐας γένεσθε μιμηταί. Ἀντιλαβέσθαι γε μὴν τοῦ Ἀβραάμ φησι, καλέσαι τε ἀπ' ἄκρων τῆς γῆς αὐτὸν, ἤτοι ἐκ τῶν σκοπιῶν αὐτῆς, διά τοι τὸ πόῤῥωθεν καὶ ἐκ γῆς Χαλδαίων μετακεκλῆσθαι πρὸς τὴν Ἰουδαίαν. Ἀκήκοε γὰρ Θεοῦ λέγοντος· «Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω.» Εἶτά φησιν ὡς περὶ παντὸς τοῦ Ἰσραὴλ, ὅτι Εἶπά σοι· Παῖς μου εἶ. Πρωτότοκος γὰρ ὠνόμασται. Γέγονε δὲ καὶ ἀπόλεκτος, ὡς ἔφην, καὶ οὐκ ἐγκατελήφθη παρὰ Θεοῦ. Ἤκουσε· Μὴ φοβοῦ, καὶ προσέτι τὸ, Μὴ πλανῶ. Ἐγὼ γάρ εἰμι ὁ Θεός σου ὁ ἐνισχύσας σε. Ἐδιδάσκετο γὰρ διὰ τοῦ νόμου, ὅτι Θεὸς εἷς ἐστι, καὶ Κύριος εἷς, καὶ αὐτῷ χρὴ μόνον λατρεύειν, καὶ ὅτι βεβοήθηται παρ' αὐτοῦ καὶ διὰ τῆς αὐτοῦ δεξιᾶς, ὅς ἐστι δημιουργὸς αὐτοῦ δύναμις, τοῦτ' ἔστιν, ὁ Υἱός. Καὶ ἀσφαλὴς αὑτοῦ γέγονε, καὶ κρείττων πάσης ἐπιβουλῆς. Νενίκηκε γὰρ ἔθνη, καὶ κεκληρονόμηκε τὴν γῆν αὐτῶν ἐκείνων. Ἰδοὺ ἐντραπήσονται, καὶ αἰσχυνθήσονται πάντες οἱ ἀντικείμενοί σοι. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. Ζητήσεις αὐτοὺς, καὶ οὐχ εὑρήσεις τοὺς ἀνθρώπους, οἳ παροινήσουσιν εἰς σέ. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σοι, ὅτι ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· Μὴ φοβοῦ, σκώληξ Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ. Ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς, ὁ λυτρούμενός σε ὁ ἅγιος τοῦ Ἰσραὴλ, καὶ αἰνετὸς εἰς τοὺς αἰῶνας. Ἀπόδοσις καὶ ταῦτα τοῖς ἀνωτέρω. Σὺ γὰρ, Ἰσραὴλ, παῖς μου, φησὶ, καὶ Ἰακὼβ, ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ, ὃν ἠγάπησα. Ἰδοὺ αἰσχυνθήσονται, καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σου. Πλεῖστοι μὲν γὰρ γεγόνασι κατὰ καιροὺς, οἱ τοῖς ἁγίοις μυσταγωγοῖς ἀνοσίως ἐπιβουλεύσαντες, καὶ τοῖς σωτηρίοις κηρύγμασι τὰ ἐκ τῆς αὐτῶν δυστροπίας ἀντεξαγαγεῖν ἐπιχειρήσαντες. Ἀλλὰ γεγόνασιν ὡς οὐδὲν, καὶ ἀπολώλασιν οἱ τῆς εὐσεβείας ἀντίδικοι. Τὸ γὰρ ἀντιπράττειν τοῖς ἱερουργοῖς τοῦ θείου κηρύγματος εἴη ἂν ἕτερον οὐδὲν πλὴν ὅτι τὸ μάχεσθαι τοῖς τῆς εὐσεβείας δόγμασιν. Οὐκ ἔσονται τοίνυν, φησὶν, ἀλλὰ ζητήσεις αὐτοὺς, καὶ οὐ μὴ εὕρῃς τοὺς εἰς σὲ πεπαρῳνηκότας. Ἔσονται γὰρ ὡς οὐκ ὄντες. Καὶ τοῦτό ἐστι τὸ διὰ φωνῆς τοῦ μακαρίου Δαβὶδ ὑμνούμενον· «Εἶδον ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτὸν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.» Κατεπαίρονται μὲν γὰρ πολλοὶ τῶν τὰ ὑψηλὰ φρονεῖν εἰωθότων τῆς τῶν ἁγίων μυσταγωγῶν ἡλικίας. Ἀλλ' ὁλόῤῥιζοι ἐκ γῆς ὀλοῦνται, καθά φησι τὸ Γράμμα τὸ ἱερόν. Καὶ οἱ φρονοῦντες τὰ ὑψηλὰ, δεινὴν καὶ