Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.837
Not analysed yet
ἀδόκητον ὑπομενοῦσι τριβήν. Γέγραπται γάρ· «Ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν.» Οὐκοῦν οὐκ ἔσονται, φησὶν, οἱ ἀντιπολεμοῦντές σε· καὶ οὐ δή πού φησιν, ὅτι τοῖς ἁγίοις ἀποστόλοις ἀντιστήσεται μὲν οὐδείς. Ὑπάρξει δὲ πάντως τὸ λαμπρᾶς ἰέναι γαλήνης. Οὐ γάρ ἐστιν ἀληθές. Μυρίοι γὰρ ὅσοι πεπολεμήκασιν αὐτοῖς, ἀλλ' οὐδὲ εὑρεθεῖεν ὡς ὑπάρχοντες, ταπεινούμενοι δηλονότι, καὶ τοῖς τῆς θείας ὀργῆς κινήμασιν ὑποπίπτοντες. Ταύτῃτοι πρὸς εὐανδρίαν ἀνακομίζει αὐτοὺς λέγων· Ἐγὼ ὁ Θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, τοῦτ' ἔστιν, ὁ ἀντιλαμβανόμενός σου, καὶ ἀποφαίνων κρείττονα παντὸς πειρασμοῦ· Ἐγὼ ὁ λέγων σοι, Μὴ φοβοῦ, Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ. Ὅσον μὲν γὰρ πρός γε τὴν τῶν πολεμούντων πληθὺν, ἤτοι τὰς δυναστείας, ὀλιγοστὸς ἦν παντελῶς ὁ Ἰσραὴλ, καὶ οὐ σύμπαν φημὶ τὸ ἔθνος, ἀλλὰ τοὺς πρὸς αὐτοῦ ληφθέντας εἰς ἀποστολήν. Ἀλλ' ἦν ὁ σώζων αὐτοὺς μέγας ἰσχυρὸς καὶ κραταιὸς εἰς ἐπικουρίαν, ἄμαχον ἔχων τὴν χεῖρα. Λυτρουμένου γὰρ Θεοῦ τίς ὁ κακῶσαι δυνάμενος; Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης, ἀλοῦντας, καινοὺς, πρηστηροειδεῖς. Καὶ ἀλοήσεις ὄρη, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις, καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτοὺς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. Αἰγυπτίων μὲν παῖδες συνενεγκόντες ἐξ ἀγρῶν ἐπὶ τὴν ἅλωνα δράγματα, εἶτα βοῦς ἐπαφιέντες αὐτοῖς, καὶ ἐν κύκλῳ περικομίζοντες καταλεπτύνουσι ταῖς χηλαῖς τοὺς ἀστάχους. Διακρίνουσι δὲ καὶ διιστῶσι τῶν ἀχύρων σῖτον, οἵ γε μὴν ἐν ἑτέραις πόλεσι καὶ χώραις ἁμάξαις χρώμενοι καὶ τροχοῖς πρηστηροειδέσιν. Αὐτὸ δὴ τουτὶ μεμελετήκασι κατορθοῦν. Ἰδοὺ τοίνυν, φησὶν, ὦ Ἰσραὴλ, πεποίηκά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας, καινοὺς, πρηστηροειδεῖς. Καὶ τί τὸ ἀλοώμενον; ἄσταχυς ἄρα καὶ σῖτος, καὶ τὰ ἐξ ἀγρῶν εἰς ἅλω συμπεφυρμένα; Οὐδαμῶς, ἀλλ' ὄρη, καὶ βουνοί. Καὶ τίνες ἂν εἶεν οἱ τοιοίδε πάλιν; Πρῶτον μὲν αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνάμεις. Δέδωκε γὰρ ἡμῖν ὁ τῶν ὅλων Σωτὴρ πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Εἶτα παρεικάζειν ἔοικεν ὄρεσι καὶ βουνοῖς τοὺς ὑψηλὰ φρονεῖν εἰωθότας, καὶ ὑπέρογκον ἔχοντας φρόνημα, ὑψοῦ τε ἠρμένους, καὶ ἐν δυναστείαις ὄντας κοσμικαῖς, καὶ τοῖς ἁγίοις μυσταγωγοῖς, κατεξανιστάντες ἑαυτοὺς, καὶ δίκην ὀρῶν ἢ βουνῶν ὑπαντᾷν εἰωθότας, ὡς δυσχερεστάτην αὐτοῖς ἀποφαίνειν τὴν ὁδὸν, τὴν ἐπί γε, φημὶ, τῷ χρόνῳ πληροῦν τῆς ἀποστολῆς τὸν δρόμον. Ἀλλὰ καὶ τοὺς οὕτως ὄντας, φησὶ, λεπτυνεῖς, ἀχύρων δίκην ἀναπτῆναι παρασκευάσεις ταῖς τῶν ἀνέμων αὔραις διασκιδναμένους, καὶ οἷον καταιγίδα διδοὺς, ὥστε διασπείρειν αὐτούς. Βαδιοῦνται γὰρ οὕτω πρὸς τὸ μηδέν. Σὺ δὲ εὐφρανθήσῃ ἐπὶ τοῖς ἁγίοις, Ἰσραήλ. Καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ, καὶ οἱ ἐνδεεῖς. Ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται· καὶ ἡ γλῶσσα