Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.840
Not analysed yet
αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη. Ἐγώ εἰμι Κύριος ὁ Θεὸς, ἐγὼ ἐπακούσομαι ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Οἱ μὲν οὖν ἐχθροὶ τοῦ θείου κηρύγματος, καὶ τὴν σὴν διακόπτοντες τρίβον, ὧ Ἰσραὴλ, φησὶν, οἰχήσονται πρὸς ἀπώλειαν. Εὐφρανθήσῃ δὲ σὺ ἐν τοῖς ἁγίοις, Ἰσραὴλ, τοῦτ' ἔστιν, ἐντρυφήσεις ὅταν ἴδῃς πολλοὺς γεγονότας ἁγίους, καὶ ἐν υἱοῖς Ἰσραὴλ τεταγμένους. «Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, οὐδ' ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.» Ὅτι δὲ χαίρειν ἦν ἔθος, καὶ ἐπιγάννυσθαι τοῖς ἁγίοις ἀποστόλοις ἐπὶ τοῖς εἰωθόσιν εὐδοκιμεῖν, διὰ πίστεως δηλονότι τῆς εἰς Χριστὸν, σαφηνιεῖ καὶ ὁ Παῦλος ἐπιστέλλων αὐτοῖς, καὶ λέγων· «Χαρὰ καὶ στέφανός μου.» Καὶ ἕκαστον δὲ τῶν ἁγίων μαθητῶν τὸν αὐτὸν διακεῖσθαι τρόπον φαίην ἂν ἔγωγε, καὶ μάλα εἰκότως. Θυμηδίας γὰρ τῆς ἀνωτάτω πρόφασις ἦν αὐτοῖς ἡ τῶν πλανωμένων ἐπιστροφὴ, καὶ τῶν οὐκ εἰδότων τὴν ἀλήθειαν ἡ πρὸς τὸ ἄμεινον ἀνακομιδή. Εὐφρανθήσῃ τοίνυν ἐν τοῖς ἁγίοις, Ἰσραήλ. Τίνες δὲ οὗτοι διαδείκνυσι, λέγων· Ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ ἐνδεεῖς, τοῦτ' ἔστι, τὰ ἔθνη. Ἦσαν γὰρ ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ, καὶ ἀμέτοχοι παντελῶς τῶν παρὰ Θεοῦ χαρισμάτων. Τοὺς γὰρ ὅλως ἀγνοοῦντας αὐτὸν ἀμοιρεῖν ἀνάγκη τῶν εἰς ἀρετὴν αὐχημάτων. Οἱ πτωχοὶ τοιγαροῦν καὶ οἱ ἐνδεεῖς ἀγαλλιάσονται. Πῶς, ἢ τίνα τρόπον; Ζητήσουσι γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, φησὶ, καὶ ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη. Τὸ δὲ, ζητήσουσιν, ἐν τούτοις, ἀντὶ τοῦ, ἐζήτησαν, φησίν. Ἐπειδὴ δὲ οὐχ εὑρήκασιν, ἡ γλῶσσα αὐτῶν ὑπὸ δίψης ἐξηράνθη. Γεγόνασι μὲν γὰρ καὶ παρ' Ἕλλησι πολλοὶ φιλολόγοι τε καὶ φιλοζητηταὶ, καὶ τῆς ἀληθείας ἐρευνηταί· ἀλλ' οὐκ ἦν παρ' αὐτοῖς ὁ ταῦτα διδάσκειν εἰδώς. Οὐκ ἦν ὕδωρ τὸ ζωοποιόν. Οὐκ ἦν ὁ κατακορέσαι δυνάμενος τοῖς εἰς ἀλήθειαν δόγμασι τοὺς ἐρῶντας αὐτῆς. Ἐξηράνθη τοίνυν ἡ γλῶσσα αὐτῶν ὑπὸ δίψης. Ἀλλ' ἐγὼ ὑπακούσομαι αὐτῶν, φησὶν ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Κατηλέησε γὰρ τὴν τῶν πλανωμένων πληθὺν, καὶ οὐκ ἀφῆκεν αὐτὴν ἐν ἐνδείᾳ τῶν ἄνωθεν χαρισμάτων, ἐνέπλησε δὲ μᾶλλον, καὶ τίνα δὴ τρόπον, διὰ τῶν ἐφεξῆς εὖ μάλα διατρανοῖ. Ἀλλ' ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς, καὶ ἐν μέσῳ τῶν πεδίων πηγάς· ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην· ἵνα ἴδωσι καὶ γνῶσι, καὶ ἐννοηθῶσι, καὶ ἐπιστῶνται ἅμα, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα πάντα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξε. Ἔρημόν τε καὶ ἄνυδρον εἶναί φησι τὴν τῶν ἐθνῶν χώραν. Ἔρημον μὲν διάτοι τὸ ἐψιλῶσθαι τρόπον τινὰ, καὶ φυτῶν ἐρήμην εἶναι τῶν εὐθαλεστάτων, νοητῶν δὲ δηλονότι· ἀκάνθης δὲ μόνης ὁρᾶσθαι τροφὸν, καὶ ξύλων ἀγρίων μητέρα, καὶ ὅσα πυρὶ πρὸς τὸ δαπανᾶσθαι χρήσιμον. Ταῦτα τὰ ἔθνη ποτὲ