Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.85
Not analysed yet
κρύπτεσθαι, καὶ τόπους ἀβάτους καταλαμβάνειν, ἁπάσης αὐτῶν ἀτονούσης χειρὸς πρὸς τὴν τῶν ἐπιόντων ἀντίστασιν. Οὐκοῦν ὡς ὅσον οὐδέπω παρεσομένων δεινῶν, μᾶλλον δὲ ἤδη θυρῶν τε εἴσω γεγενημένων, καὶ ἐπ' αὐτῆς ὄντων τῆς χώρας, κρύπτεσθαι κελεύει, καὶ μονονουχὶ κατορύττεσθαι τῇ γῇ ζῶντας ἕτι, ἀπὸ τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν, τοῦτ' ἔστι, συντρίψαι τὴν γῆν. Ὅτι δὲ ὑψηλαὶ καὶ ὑπὲρ πάντας ἀνθρώπους αἱ θεῖαι βουλαί τε καὶ σκέψεις, οὐκ ἄν τις αὐταῖς ἀντιμαχήσεται τῶν ἐπὶ τῆς γῆς, σαφὲς καθίστησι λέγων· «Οἱ γὰρ ὀφθαλμοὶ Κυρίου ὑψηλοί.» Ὀφθαλμοὺς γὰρ Κυρίου ἐν τούτοις φησὶν, τὰς οἱονεὶ προαναβλέψεις τε καὶ βουλὰς αὐτοῦ, καὶ τὰς ἐφ' ἑκάστῳ πράγματι κρίσεις. Ἄνθρωποι μὲν γὰρ μικροὶ μετὰ τὴν φύσιν ὅντες καὶ τὸν νοῦν, μικρὰ καὶ βουλεύονται, καὶ λογίζονται ταπεινά. Ὑψηλὸς δὲ ὑπάρχων ὁ τῶν ὅλων Θεὸς, καὶ ἐν ἀποῤῥήτοις ὑπεροχαῖς ταῖς κατὰ πάντων νοούμενος, ἄμαχον ἔχει τὴν σκέψιν. Οὐ γὰρ ἂν δύναιτό τις ἀνθυπενεγκεῖν, ἢ βουλὴν, ἢ ἐπικουρίαν ἀποσκευάσασθαι δυναμένην τὰς ἐκ τῶν θείων σκεμμάτων ἐπαγωγάς. Μαθήσεσθαι δὲ τοῦτό φησι, καίτοι πάλαι μὴ εἰδότας τοὺς Ἰουδαίους, ὅταν αὐτῶν ὁ δεινὸς κατασκήψῃ πόλεμος, καὶ πᾶσα μὲν ἡ ἐπαμύνουσα χεὶρ ἀτονήσῃ, ἀπρακτήσῃ δὲ καὶ σκέψις, καὶ ἀνθρωπίνης βουλῆς εὑρήματα, δι' ὧν ἐνόμισαν τάχα που καὶ διαφεύγειν δύνασθαι τὰς ἐκ τοῦ πολέμου συμφοράς. Οὐκοῦν ἡ πεῖρα δείξει, φησὶν, ὅτι ταπεινὸς ὁ ἄνθρωπος, καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, ὑψωθήσεται δὲ Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ὥσπερ ἔφην ἀρτίως, ἐλεγχομένης αὐτῶν ἰσχύος ἁπάσης ὡς ἀδρανοῦς, τῆς θείας δυνάμεως ἡ ὑπεροχὴ γνωριμωτάτη τοῖς πεποιθόσι γενήσεται. Πάνδεινον οὖν ἄρα τὸ προσκρούειν Θεῷ, καὶ ἁπάσης ἡμῖν παραίτιον συμφορᾶς τὸ χρῆμα γίνεται. Δεῖ δὲ ἡμᾶς μὴ δυνάμεσιν ἰδίαις ἐπιθαρσεῖν, ἀπονέμειν δὲ μᾶλλον τὸ πάντα δύνασθαι Θεῷ, καὶ αὐτὸν ἐπίκουρον ποιεῖσθαι φιλεῖν, ὅταν τι τῶν δεινῶν ἐπιφέρηται προσκεκρουκόσι δι' ἁμαρτίας. Ἡμέρα γὰρ Κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον· καὶ ταπεινωθήσονται. Καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου, τῶν ὑψηλῶν καὶ μετεώρων, καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν· καὶ ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν, καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους· καὶ ταπεινωθήσεται, καὶ πεσεῖται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τὸν τοῦ πολέμου καιρὸν, καὶ τῆς ἐπ' αὐτοῖς ὀργῆς τὴν ἐκπλήρωσιν ἡμέραν ὀνομάζει Κυρίου. Τοῦτο γὰρ ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Καὶ γοῦν καὶ αὐτὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὸν καιρὸν τῷ τῆς ἡμέρας ὀνόματι κατεσήμαινεν ὁ Δαβὶδ οὕτω λέγων· «Αὕτη ἡ ἡμέρα ἣν ἐποίησε Κύριος, ἀγαλλιασώμεθα