Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.88
Not analysed yet
καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.» Ἔσεσθαι τοίνυν φησὶ τῆς ὀργῆς τὸν καιρὸν κατὰ παντὸς ὑβριστοῦ καὶ ὑπερηφάνου. Καὶ ὑβριστὰς μὲν ἔοικεν ἀνακαλεῖν τοὺς, οἵγε τὴν θείαν ἀτιμάζουσι δόξαν, διὰ τοῦ μὴ ἀνέχεσθαι προσκυνεῖν αὐτῇ, προσκεῖσθαι δὲ μᾶλλον, οἷς ἂν αὐτοὶ διατεκτήναιντο θεοῖς· ὑπερηφάνους δὲ τοὺς τῶν θείων ὑπερορῶντας νόμων, καὶ παρ' οὐδὲν ποιεῖσθαι μεμελετηκότας τὰ τεθεσπισμένα. Καὶ γοῦν ὁ μακάριος ἔφη Δαβίδ· «Ὑπερήφανοι παρενόμουν ἕως σφόδρα.» Ἐπειδὴ δὲ πλεῖστοί τινες ἦσαν κατὰ τὴν Ἰουδαίαν καὶ μέντοι τὴν Ἱερουσαλὴμ, πλούτῳ τε κομῶντες ἀμφιλαφῶς, καὶ ταῖς τῶν χρημάτων περιουσίαις οὐ μετρίως περιεχόμενοι, προὔχοντές τε τῶν ἄλλων καὶ δυναστείαις ὠχυρωμένοι, καὶ τῆς παρ' αὐτοῖς εὐκλείας οὐκ εἰς βραχὺ μέτρον ἀναπηδήσαντες, ἠρμένοι τε ὑψοῦ, καὶ οἱονείπως ἐξογκούμενοι· ταύτῃ τοι κατ' αὐτῶν ὅτι μάλιστα τὰ ἐκ τῆς θείας ὀργῆς δραμεῖσθαί φησι, τὴν ἑκάστου τάξιν, ἤτοι μέτρον αἰνιγματωδῶς ὑπεμφαίνων. Παρεικάζει γὰρ αὐτοὺς καὶ ταῖς τοῦ Λιβάνου κέδροις· «Ἴδον γὰρ ἀσεβῆ,» φησὶν, «ὑπερυψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·» καὶ μὴν καὶ τοῖς δένδρεσι τῆς βαλάνου Βασὰν, τοῦτ' ἔστι, δρυσὶ ταῖς ἐν τῇ Βασανίτιδι· χώρα δὲ αὕτη κατὰ τὴν Ἰουδαίαν, ἣ νῦν καλεῖται Βασαναία, φυτῶν ἀρίστη τροφὸς, παχείας τε καὶ εὐμηκεστάτας ἔχουσα τὰς κέδρους. Παρεικάζει δὲ αὐτοὺς ὁμοίως βουνοῖς καὶ ὄρεσι, καὶ προσέτι πύργοις καὶ τείχεσιν ὑψηλοῖς. Ὅτι δὲ καὶ τὰς τοῦ πλουτεῖν ἀφορμὰς συναποβαλοῦσι τῇ χώρᾳ, προσεπάγει, λέγων· «Καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους.» Διχῆ δὲ τοῦτο νοεῖται. Περιαγγελθέντος γὰρ ἤδη τοῦ πολέμου, καὶ προσδοκωμένων παρέσεσθαι τῶν Βαβυλωνίων, τῇς εἰς Θεὸν ἐλπίδος τὴν διάνοιαν ἀποστήσαντες οἱ ἐξ Ἰσραὴλ, Αἰγυπτίους ἐκάλουν εἰς ἐπικουρίαν, κατεμισθοῦντό τε τὴν Τύρον, καὶ τὰ περίοικα τῶν ἐθνῶν. Θαλασσουργοὶ δὲ πάντες οἱ Τύριοι, καὶ ἐμπορικῶν ἐπιτηδευμάτων ἐπιστήμονες, καὶ φιλοτίμως τὰς ναῦς κατεσκευασμένοι. Ἐπειδὴ δὲ ἧκεν ὁ Βαβυλώνιος, πρὸ τῆς Ἰουδαίων γῆς, τὴν Τυρίων κατεληΐζετο. Οὐκοῦν ἢ τοῦτό φησιν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος, ἢ ἐκεῖνό που τάχα· Πλεῖστοι γὰρ τῶν βεβασιλευκότων τοῦ Ἰσραὴλ, ναῦς εἶχον ἐμπορικὰς, τὰ[ς] ἐκ τῆς Ἰνδῶν χώρας τε καὶ γῆς ἀποφερούσας αὐτοῖς, καὶ τὰ[ς] ἐξ ἑτέρων χωρῶν καὶ πόλεων· ὅθεν αὐτοῖς καὶ ὁ πολὺς συναγήγερτο πλοῦτος· ἐξ οὗ γεγόνασι ὑψηλοὶ, κέδροις τε καὶ δρυσὶν ἐν ἴσῳ, ὄρεσί τε καὶ πύργοις. Οὐκοῦν ὅτι καὶ συναπολεῖται τοῖς ὑπερηφάνοις καὶ ἡ τοῦ πλούτου ἀφορμὴ, τοῦτ' ἔστι, τὰ ἐκ τῆς ἐμπορίας καὶ μεταβολῆς εἰς τρέχοντα κέρδη κατασημαίνει λαμπρῶς. Ὅτι δὲ κατεμισθοῦντο πολλοὺς πρὸς ἐπικουρίαν οἱ ἐξ Ἰσραὴλ οὐκ ἀσυμφανὲς, καὶ δι' ἑτέρου προφήτου λέγοντος Θεοῦ περὶ αὐτῶν· «Καὶ ἦν Ἐφραῒμ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν, Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύετο. Καθὼς πορεύονται, ἐπιβαλῶ ἐπ' αὐτοὺς τὸ δίκτυόν μου, καθὼς τὰ πετεινὰ τοῦ