Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.861
Not analysed yet
δὲ κεκλήμεθα διὰ Χριστοῦ πρὸς ἐπίγνωσιν ἀληθείας, πλήρης γέγονεν ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. Οὕτω γάρ που καὶ ὁ Ψάλλων φησίν, ὅτι «Πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.» Τίνες οὖν οἱ δοξολογεῖσθαι τὸ ὄνομα αὐτοῦ προστάττοντες ἀπ' ἄκρου τῆς γῆς, οἱ τοὺς ᾠδοὺς ἱστάντες αὐτῷ, καὶ χοροστατεῖν ἀναπείθοντες, καὶ εἰς θίασον συγκαλοῦντες πνευματικὸν, οἱ καταβαίνοντες εἰς θάλασσαν, καὶ πλέοντες αὐτὴν, αἱ νῆσοι, καὶ οἱ κατοικοῦντες αὐτάς; Διαμέμνηται δὲ, καθάπερ ἐγῷμαι, τῶν ἁγίων ἀποστόλων. Οὐ γάρ τοι κατὰ μόνην τὴν Ἰουδαίαν ἐκήρυττον τὸν Ἰησοῦν, καὶ τὴν δι' αὐτοῦ χάριν, ἀλλὰ γὰρ καὶ θάλασσαν διαπεραιούμενοι ταῖς τῶν ἐθνῶν εὐηγγελίζοντο χώραις. Ἀφίκοντο γοῦν καὶ μέχρι τοῦ Ἰλλυρικοῦ, καὶ ἐπέκεινα, ὥστε καὶ τὰς ἐν τῇ θαλάσσῃ νήσους μὴ ἀνηκόους ἀπομεῖναι τῶν ἱερῶν κηρυγμάτων, μήτε μὴν τοὺς οἰκοῦντας αὐτάς. Καὶ ἱστορικῶς μὲν ὡδὶ τοῖς εἰρημένοις προσβαλεῖς. Συνήσεις δὲ, εἰ δοκεῖ, καὶ καθ' ἕτερον τρόπον τῆς προφητείας τοὺς λόγους. Θαλάσσῃ μὲν γὰρ ἡ θεόπνευστος Γραφὴ παρεικάζει πολλάκις τόνδε τὸν κόσμον, ἤτοι τὸν βίον τὸν ἀνθρώπινον, κατά γε τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Αὕτη ἡ θάλασσα ἡ μεγάλη, καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων.» Ἐοικέναι δὲ θαλάσσῃ τὸν καθ' ἡμᾶς ἰσχυρίζεται βίον, δι' αὐτὸ τάχα που τὸ ἀστάθμητον τῶν ἐν αὐτῇ πραγμάτων, καὶ τὸ ἄνω τε, καὶ τὸ κάτω, καὶ τὸ ἐν συγχύσει πολλῇ. Διαπλέουσι δὲ τὴν τοιάνδε θάλασσαν οἱ μὴ βαπτιζόμενοι παρ' αὐτῆς, ἀνανηχόμενοι δὲ ὥσπερ, καὶ περισπασμῶν ἑαυτοὺς ἀπαλλάττοντες κοσμικῶν. Οὗτοι τῆς παρὰ Θεοῦ τυχόντες ἐπικουρίας, καὶ τῶν διὰ Χριστοῦ χαρισμάτων ἀεὶ μεμνημένοι δοξολογοῦσιν αὐτὸν, αἵ τε νῆσοι, τοῦτ' ἔστιν, αἱ Ἐκκλησίαι μονονουχὶ τῇ νοητῇ διεσωσμέναι θαλάσσῃ, καὶ δεχόμεναι τοὺς χειμαζομένους ὑπὸ πνεύματος πονηροῦ, αὗται δοξολογοῦσι Χριστὸν, ἤγουν οἱ κατοικοῦντες αὐτάς. Ἐκκλησίας γὰρ ὅτε φαμὲν, ἤγουν ὀνομάζομεν, τοὺς ἐν αὐταῖς ὄντας ἁγίους προσκυνητὰς σημαίνομεν. Ἰστέον γε μὴν κἀκεῖνο· Καλοῦνται γὰρ νῆσοι καὶ ὅσαιπέρ εἰσι κωμῶν ἢ πόλεων ἐν μέσῳ κείμεναι πολλῆς τε καὶ εὐρείας γε μὴν ἐρήμου. Εὐφράνθητι, ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ. Εὐφρανθήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ' ἄκρων τῶν ὀρέων βοήσουσι. Δώσουσι τῷ Θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν. Οἱ μακάριοι προφῆται τοὺς περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἐξυφαίνοντες λόγους, τῆς τῶν ἐθνῶν κλήσεως ποιοῦνται μνήμην πλεισταχοῦ. Καὶ γὰρ ἦν, ὡς ἔφην, ἐθνῶν προσδοκία Χριστός. Ἐπαφιᾶσι δὲ τοὺς περὶ τῶν τοιούτων λόγους, οὐχ ἅπασιν ἁπλῶς τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσι καὶ λαοῖς. Οὐ γὰρ ἦν εἰκὸς ἀναριθμήτου πληθύος ἀναπιμπλάσης τὴν ὑπ' οὐρανὸν ἰσχνοεπεῖν ἑλέσθαι τοσοῦτον, ὡς καὶ ἁπάντων ποιεῖσθαι μνήμην ὀνομαστί τε, καὶ κατὰ γένος, δεχόμενοι δὲ πολλάκις τὰς ὁμόρους μὲν τῇ Ἰουδαίᾳ χώρας, εἰδωλολατρούσας δὲ σφόδρα, εἶτα ταύτας κληθήσεσθαι λέγοντες κατὰ καιροὺς, ὡς ἐκ μέρους τὴν τοῦ παντὸς ἐποιοῦντο δήλωσιν. Ὁμόρου