Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.89
Not analysed yet
οὐρανοῦ κατάξω αὐτούς. Παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν.» Δυσδιάφυκτον οὖν τὸ τοῦ Θεοῦ κρῖμα, καθ' ὧν ἂν γένοιτο· καὶ ἀμαθὲς καὶ ἀνόσιον μὴ οὐχὶ δὴ μᾶλλον ἠρτῆσθαι φιλεῖν τῆς εἰς αὐτὸν ἐλπίδος, κενοῖς δὲ καὶ ἀσυνέτοις διαπαίζεσθαι λογισμοῖς οἰομένους, ὅτι κἂν εἰ βούλοιτο τὸ σώζειν αὐτοὺς, ἐξελεῖται δέ τις ἕτερος καὶ τῆς ἐξ ἀνθρώπων ἐπικουρίας ἡ συνδρομὴ, καὶ περιέσται ποτὲ τῶν παρ' αὐτοῦ νευμάτων. Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, φησὶ, τίς ἀνοίξει; Ἀγαθὸν τοίνυν τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄνθρωπον, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενεγκόντες εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Γέλωτος ἀξίαν τὴν τῶν Ἰουδαίων ἀποφαίνει σκέψιν, εἰ κατακρύπτουσι τοὺς θεοὺς, καὶ σώζειν ἐπείγονται τοὺς προσκυνουμένους. Καίτοι πῶς οὐκ ἔδει σωτῆρας αὐτοὺς ἔσεσθαι προσδοκᾷν, εἴπερ ὅντως ᾔδεσαν θεούς; Ἀλλ' αὐτοὶ τῶν ἰδίων καταδικάζοντες βουλευμάτων, καὶ μαρτυροῦντες αὐτοῖς τὸ πρὸς πᾶν ὁτιοῦν ἀδρανὲς, ἐπαμύνουσι τοῖς θεοῖς. Κατακρύπτουσι γὰρ εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἴνα μὴ εὑρόντες οἱ πολέμιοι συναποφέρωσι τοῖς νενικημένοις οἷον αἰχμαλώτους θεούς. Πῶς οὖν ἔτι θεοὶ παρὰ τῶν προσκυνούντων αὐτοῖς ἐπικουρίας δεδεημένοι, ἀλλ' ὕλη μὲν ἄψυχος ἐκεῖνα. Καὶ ὥς φησιν ὁ μακάριος Δαβὶδ, «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων.» Νοσήσουσί γε μὴν οἱ θεραπεύοντες αὐτὰ τὴν ἴσην αὐτοῖς ἀναισθησίαν. Αὐτοὶ γὰρ τεχνῖται καὶ δημιουργοὶ γεγονότες αὐτῶν, αἴρουσιν ἐπὶ τῶν ὤμων, καὶ πορεύονται, καὶ προσκυνοῦσιν αὐτῷ, καὶ προσεύχονται λέγοντες· «Ἐξελοῦ με ὅτι Θεός μου εἶ σύ.» Σποδὸς τοιγαροῦν ἡ καρδία αὐτῶν. καὶ πλανῶνται. Πρέποι δ' ἂν τοῖς εὐσεβεῖν εἰωθόσι, ταῖς τῶν πλανωμένων ἀβελτηρίαις ἐῤῥῶσθαι λέγειν, καὶ μὴν κἀκεῖνο βοᾷν· «Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς.» Καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου· «Ἡμῖν γὰρ εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν. Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ.» Τῇ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ χρυσᾶ, ἃ ἐποίησε προσκυνεῖν τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς γῆς, στερεὰς πέτρας, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Τοὺς παρ' αὐτῶν γεγονότας καὶ ψευδωνύμους θεοὺς ὅτι κατακρύπτειν ἔμελλον, οὐκ αἰδοῖ τῇ περὶ αὐτοὺς ἔτι νικώμενοι, κατεγνωκότες δὲ μᾶλλον ὡς ὕλης ἀχρήστου καὶ ἀδρανοῦς καθίστησιν ἐναργὲς προσεπενεγκὼν οἷς ἔφη· «Τῇ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ, ἃ ἐποίησε προς-