Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.92
Not analysed yet
κυνεῖν αὐτοῖς καὶ ταῖς νυκτερίσιν.» Ἱδρυσάμενοι γὰρ ἐν σηκοῖς τὰ χειροποίητα προσκεκυνήκασιν ἀνοσίως· ᾤοντο γὰρ εἶναι θεούς. Ἐπειδὴ δὲ παρόντα τεθέανται τὸν τοῦ πολέμου καιρὸν, εἶτα τῆς ἐπικουρίας οὐδεὶς ἦν ὅλως αὐτοῖς ὁ τρόπος, λίθοι δὲ ὄντες καὶ ξύλα πεφώρανται, ὕλη τε χρυσῆ καὶ περιάργυρος, οὓς ἐνόμισαν ἔσεσθαι σωτῆρας καὶ λυτρωτὰς, ἐξέβαλλον τῶν ναῶν, καὶ κατέκρυπτον ἐν σπηλαίοις, φειδόμενοι μᾶλλον τῆς ὕλης, καὶ οὐχ ὡς θεοὺς τιμῶντες ἔτι. Εἰκαῖος δὲ ὅτι καὶ ἀνόνητος ὁ πόνος αὐτοῖς ὁ περὶ τὴν τῶν εἰδώλων ποίησιν, διέδειξεν εἰπών· «Ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ ἃ ἐποίησε προσκυνεῖν αὐτοῖς καὶ ταῖς νυκτερίσιν.» Γεγόνασι μὲν γὰρ αὐτοὶ δημιουργοὶ τῶν ἰδίων θεῶν, καὶ τεχνῖται τῶν προσκυνουμένων, ἐσχήκασι δὲ παρ' αὐτῶν εἰς ὄνησιν οὐδέν. Τάχα δέ που μόναις ταῖς νυκτερίσιν ἀνεδείμαντο τοὺς ναούς. Ἀεὶ γάρ πως τὰ τοιάδε τῶν πτηνῶν ἤτοι ζωϋφίων τοῖς ἀφεγγέσι τῶν τόπων ἐμφιλοχωροῦσιν, καὶ τῆς παρ' ἑαυτῶν βδελυρίας καὶ κακοσμίας ἀναπιμπλᾶσι τὰ ἐν αὐτοῖς. Ἐκβαλεῖ τοίνυν ἄνθρωπος ἃ ἐποίησε βδελύγματα, ἐκβαλεῖ δὲ ὅποι, τοῦ εἰσελθεῖν, φησὶν, εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου. Ἄθρει δὴ οὖν ὅπως τοῖς ἰδίοις θεοῖς ἑαυτοὺς ἐσπούδαζον συγκατορύττειν οἱ τάλανες. Ἀλλ' οὐ τοιοῦτον τεθέανται τὸν τῶν ὅλων Θεόν. Ἐκρύπτετο γὰρ οὐδαμῶς, ὅτε τῆς Αἰγυπτίων ἐκδεδραμήκασι γῆς, εἵπετο δὲ διώκων ὁ Φαραώ. Διέῤῥηξε γὰρ τὴν θάλασσαν, καὶ διήγαγεν αὐτοὺς, ἀῤῥήτῳ δυνάμει, καὶ ἀφράστοις νεύμασι. Καὶ οἱ μὲν ἐσώζοντο βαδίζοντες ὡς ἐπὶ ξηρᾶς· ὁ δὲ ἀπόπληκτος Φαραὼ πανστρατιᾷ κατεπνίγετο. Καὶ μὴν ὅτε Ῥαψάκης ὁ Βαβυλωνίων στρατηγὸς, κύκλῳ περισχὼν τὴν Ἱερουσαλὴμ, πεφλυάρηκε κατὰ Θεοῦ, καὶ ὅλης ἔφη ῥᾳδίως κατακρατήσειν τῆς Ἰουδαίας· οὐκ ἐκρύπτετο Θεὸς, οὐδὲ πετρῶν ἐζήτησε σχισμὰς, οὔτε μὴν διασφαγὰς ὀρῶν, ἀλλ' ηὔχετο μὲν Ἐζεχίας λέγων· «Εἰσάκουσον, Κύριε, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους Ῥαψάκου, ὃν ἐξαπέστειλε βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν Θεὸν ζῶντα.» Παραχρῆμα δὲ Θεοῦ λέγοντος ἤκουε· «Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης, δι' ἐμὲ, καὶ διὰ Δαβὶδ τὸν δοῦλόν μου.» Καὶ τίς τὸ τηνικάδε κινδυνεύουσιν ὁ τῆς ἐπικουρίας ἐγένετο τρόπος; Παράδοξος καὶ θεοπρεπής· «Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.» Αἰσχυνθήτωσαν τοίνυν οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ τὸν πάντα ἰσχύοντα Θεὸν καταλελοιπότες, καὶ λατρεύοντες θεοῖς, οὓς πρὸ ἑαυτῶν κατακρύπτουσιν, ἵνα μὴ πρὸ αὐτῶν ἀπόλοιντο, ταῖς τῶν πολεμούντων περιπεσόντες φιλοκερδίαις. Λέγωμεν τοίνυν κατὰ τὴν τοῦ προφήτου φωνὴν Ἱερεμίου· «Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραὴλ, Κύριε· πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν. Ἀφεστηκότες ἐπὶ τῆς γῆς γραφήτωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν Κύριον.» Εἰ