Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.901.1
Not analysed yet
ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου. Ὑμῶν τοίνυν ἕνεκα, φησὶν, ὦ Ἰσραὴλ, ἀποστελῶ εἰς Βαβυλῶνα, ἀποστελῶ δὲ τίνα; Ἢ πάντως που τὸν ἀοίδιμον Κῦρον, καὶ τὴν ὑπ' αὐτῷ στρατιάν; Τὸ δὲ ἀποστελῶ τὸ ἐπιπέμψω δηλοῖ. Ἐπεγερῶ δὲ αὐτοῖς καὶ πάντας τοὺς πάλαι φεύγοντας, εἴκοντάς τε αὐτοῖς καὶ δεδιότας ὡς μαχητὰς, καὶ ἀλκιμωτέρους. Καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται. Ὡς γὰρ ἔφην φθάσας, καὶ αὐτοὶ μετῳκίσθησαν εἰς ἀπῳκισμένας καὶ ἀβάτους χώρας, τὴν καλουμένην Κασπίαν διαπλεύσαντες θάλασσαν. Ἰστέον δὲ ὅτι καὶ ἑτέρα φέρεται γραφή. Χαλδαῖοι γὰρ, φησὶν, οὐκ ἐν πλοίοις μᾶλλον, ἀλλ' ἐν κλοιοῖς δεθήσονται. Σέσωκε δὲ καὶ νοητῶς ἅπαντας τοὺς ἐπὶ τῆς γῆς ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος τὰ τῶν δαιμονίων καταργήσας στίφη, καὶ τὴν ἄμαχον αὐτοῦ καὶ ὑπερφυᾶ δύναμιν κατεξαναστήσας αὐτῶν, τοῦτ' ἔστι Χριστόν. Οὕτω γὰρ ἡμᾶς αἰχμαλώτους ὄντας ἐλυτρώσατο, καὶ τοῖς ἐκείνου θελήμασιν οἱονεὶ θητεύοντας ἀπέφηνεν ἐλευθέρους, καὶ ὡς ἐκ βαρβάρου γῆς ἀποστάσας ἐπανήγαγεν εἰς τὴν νοητὴν Ἰουδαίαν, ἥτις ἐστὶν ἡ Ἐκκλησία ἣν αὐτὸς αὐτῷ περιεποιήσατο, κηλίδος ἁπάσης ἀπαλλάξας καὶ μολυσμῶν, ἁγίαν τε καὶ ἄμωμον ἀποφήνας. Ἐγὼ Κύριος, ὁ Θεὸς ὑμῶν, ὁ ἅγιος, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Τὰ μεγάλα καὶ ἐξαίρετα τῶν πραγμάτων καὶ ἀπιστεῖται πολλάκις, ὅταν ἔσεσθαι προαγγέλλωνται. Ταύτῃτοι καὶ σφόδρα εἰκότως ὁ τῶν ὅλων Θεὸς, ὅτε τι τοιοῦτον ἐπαγγέλλεται, πρὸς πίστιν τοῦ ἀκροωμένου τὴν ἑαυτοῦ δόξαν ἐμφανῆ καθιστὰς, Κύριόν τε τῶν ὅλων καὶ Θεὸν ἑαυτὸν ὀνομάζει. Τί δ' ἂν γένοιτο τὸ ἀντιστατοῦν τό γε οὕτως ἔχοντι φύσεώς τε καὶ δόξης; Ὅταν τοίνυν ὑμῖν προαγορεύσω, φησὶν, οὐ καθ' ἕνα καὶ αὐτός εἰμι τῶν ψευδωνύμων θεῶν, οἳ μηδὲν ὄντες παντελῶς, οὐδ' ἂν ἐργάσαιντό τι μικρὸν ἢ μέγα· εἰμὶ δὲ μᾶλλον Κύριος ὁ Θεὸς, ὁ ἐν ὑμῖν ἅγιος, τοῦτ' ἔστι, σεπτὸς, καὶ τῶν ἄλλων ἁπάντων ἐξῃρημένος, καὶ ἀμάχοις νεύμασιν ἃ ἂν βούλωμαι κατορθῶν. Εἰμὶ δὲ ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν. Τοῦτο διχῆ νοητέον· ἢ γὰρ ἐκεῖνο φησίν· Ὡς ἐγώ εἰμι ὁ καταδείξας ἐμαυτὸν διὰ πολλῶν σημείων, καὶ τῆς ὑπὲρ λόγον ἀλκῆς τε καὶ ἐξουσίας βασιλέα ὑμῶν· ἤγουν ἕτερόν τι διὰ τούτου καταδηλοῦν ὑποτοπητέον· Ἰσραὴλ καὶ μέν τοι καὶ Ἰακὼβ παρὰ ταῖς θείαις ὠνόμασται Γραφαῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καθάπερ ἀμέλει καὶ Δαβίδ· διά τοι τὸ ἐκ σπέρματος εἶναι κατὰ σάρκα τῶν ὠνομασμένων. Εἰμὶ τοιγαροῦν, φησὶν, ἐγὼ ὁ καταδείξας τὸν ἐξ αἵματος Ἰακώβ τε καὶ Ἰσραὴλ βασιλέα ὑμῶν. Πλείστην δὲ ὅσην ἔχει τὴν οἰκονομίαν ὁ λόγος. Ἐπειδὴ γὰρ λυτρώσεως μερικῆς ἐποιήσατο μνήμην· ἀνεκομίσθη γὰρ, ὡς ἔφην, ὁ Ἰσραὴλ ἐκ τῆς Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν, ἀναγκαίως ἐπὶ τὸ μεῖζον ἀσυγκρίτως ἀναβιβάζει τὴν ὑπόσχεσιν, καὶ διαμέμνηται λυτρώσεως τῆς ἐσομένης διὰ Χριστοῦ, καὶ οὐ μερικῆς ἔτι, καὶ ὡς ἐπ' ἔθνους ἑνὸς, καθὰ καὶ πάλαι, γενικώτερον δὲ μᾶλλον καὶ κατὰ παντὸς ἰούσης τῆς ὑπ' οὐρανόν. Ὅτι δὲ οὐκ ἀθαύμαστον τοῦ Χριστοῦ τὸ μυστήριον διὰ τὴν τῆς οἰκονομίας ὑπερβολὴν, καὶ τὸ τῆς εἰς ἡμᾶς ἡμερότητος μέγεθος, ἐνδοιάσειεν ἂν οὐδεὶς τῶν γε ἅπαξ εἰδότων αὐτό. Θεὸς γὰρ ὢν φύσει, καὶ