Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.904
Not analysed yet
ἐκ Θεοῦ Πατρὸς ἀναλάμψας ὁ Μονογενὴς, καθίκετο μὲν εἰς κένωσιν, ἔλαβε δὲ δούλου μορφὴν, ἵνα τῆς τοῦ διαβόλου τυραννίδος ἀπαλλάξας τοὺς ὑπ' αὐτῷ κειμένους, τοῖς ἰδίοις ὑπαγάγῃ σκήπτροις Μέμνηται δὴ οὖν ὁ λόγος ἐν τούτοις, ὡς ἐσομένης κατὰ καιροὺς λυτρώσεως μερικῆς, ἢ μόνοις δέδοται τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ καθόλου, καὶ γενικωτάτης, διὰ Χριστοῦ δηλονότι, δι' ἧς σέσωκεν ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἀνὰ πᾶσαν τὴν οἰκουμένην. Οὕτω λέγει Κύριος· Ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον, ὁ ἐξαγαγὼν ἅρματα, καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν. Ἀλλ' ἐκοιμήθησαν, καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λῖνον ἐσβεσμένον. Τὰ χρηστὰ καὶ ὀνησιφόρα, κἂν πλειστάκις λαλεῖται παρά τε Θεοῦ καὶ ἀνθρώπων, ὀχληρὰ μὲν οὐδαμῶς εἶεν ἂν τοῖς ἀρτίφροσιν, ἀναγκαῖα δὲ μᾶλλον εἰς σωτηρίαν. Ταύτῃτοι καὶ ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τισί· «Τὰ αὐτὰ λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές.» Ἐπειδὴ γὰρ ἐκ πολλῆς ἄγαν ῥᾳθυμίας ὁ ἀνθρώπινος νοῦς καταφθείρεται πρὸς λήθην ἔσθ' ὅτε τῶν δεδωρημένων ἑκάστῳ παρὰ Θεοῦ, διὰ τοῦτο πρὸς ἀνάμνησιν αὐτῶν ἀναβιβάζει πλεισταχοῦ θεῖος ἡμᾶς λόγος, οὐκ ἐῶν εἰσάπαν ἀποψύχεσθαι πρὸς τὸ ῥᾴθυμον, ἀναζωπυρῶν δὲ μᾶλλον εἰς φιλοθείαν, καὶ εἰς παντὸς ἔφεσιν ἀγαθοῦ. Οὐκοῦν ἐπειδήπερ λελύτρωται ὁ Ἰσραὴλ, πλείστων ὅσων ὑπὲρ αὐτοῦ παραδόξως τετελεσμένων, εἶτα τούτων ἀμνημονήσαντες ἐτράποντο πρὸς ἀπόστασιν, καὶ τοῖς οὐκ οὖσι θεοῖς προσνενεύκασιν, ἀναγκαίως αὐτοὺς πρὸς ἀνάμνησιν τῆς ἑαυτοῦ δυνάμεως ἀνακομίζει Θεὸς, δεδωκέναι λέγων ὁδὸν ἐν θαλάσσῃ, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον. Διεβιβάσθησαν γὰρ διὰ θαλάσσης μέσης τῆς Αἰγυπτίων ἀπαίροντες χώρας, διέβησαν δὲ καὶ ποδὶ τὸν Ἰορδάνην. Καὶ ταύτην εἶναί φαμεν τὴν ἐν ὕδατι ἰσχυρῷ τρίβον. Ἃ δὴ καὶ θαυμάσας ὁ θεσπέσιος ψάλλει Δαβίδ· «Τί ἐστί σοι, θάλασσα ὅτι ἔφυγες; καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;» Καὶ πάλιν περὶ Θεοῦ λέγων· «Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διελεύσονται ποδί.» Οὐκοῦν δέδωκεν ἐν θαλάττῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον. Ἐξήγαγε δὲ, καὶ ἅρματα, καὶ ἵππον, καὶ ὄχλον ἰσχυρόν. Κατεδίωξε μὲν γὰρ ὁ Φαραὼ τοὺς ἐξ αἵματος Ἰσραὴλ ἐν ἅρμασί τε καὶ ἵπποις, καὶ δυσαντήτῳ χρώμενος τῇ τῶν συνασπιζόντων χειρὶ, πλὴν κατ' οὐδένα τρόπον νενίκηκε, ἤτουν ἠδίκησε τοὺς λελυτρωμένους. Ἐκοιμήθηκσαν γὰρ, καὶ οὐκ ἀναστήσονται, φησὶν, ἀλλ' ἐσβέσθησαν ὡς λῖνον ἐσβεσμένον. Ἐναπεπνίγησαν γὰρ τοῖς ὕδασιν, ἵπποις τε ὁμοῦ καὶ διολώλασι, καὶ ὡς εὐκατάπρηστον λῖνον ὑπὸ θείας ὀργῆς δεδαπάνηνται, καὶ κατεσβέσθησαν ἀμογητὶ, τοῦτ' ἔστι, κεχωρήκασιν εἰς τὸ μηδὲν, καὶ οἷον ἀποτετέφρωνται. Τὸ γάρ τοι λῖνον πυρὶ μὲν ἕτοιμον εἰς ἀφανισμὸν, σβέννυται δὲ καὶ χειρὸς ἁφῇ, καὶ ἀδρανεστάτην ὠδίνει φλόγα. Εἰ δὲ δή τις λέγοι, Τοῦ τῆς Αἰγυπτίων ἐξάρχοντος γῆς ἰδία βουλήσει