Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.905
Not analysed yet
κατατρέχοντες τοῦ Ἰσραὴλ, πῶς αὐτὸς ὁ τῶν ὅλων Θεὸς ἐξαγαγεῖν λέγεται τοὺς ἵππους, καὶ ἅρματα, καὶ τὸν ὑπ' ἐκείνων στρατόν; Φαμὲν ὅτι εἴρηται πρὸς Φαραὼ παρὰ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ· «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Καὶ ταυτὶ μὴν εἰρήσθω πάλιν ἱστορικῶς. Φαμὲν δὲ ὅτι τοὺς εὖ βιοῦν ᾑρημένους, καὶ τὴν ὑπὸ τῷ διαβόλῳ δουλείαν παραιτουμένους, ἀποφοιτῶντάς τε τῶν περὶ γῆν σπουδασμάτων, καὶ οἷον ἀπαίρειν ἐθέλοντας πάσης ἀκαθαρσίας, διώκει μὲν ὁ πονηρὸς, σώζει δὲ παραδόξως Θεὸς, βάσιμον αὐτοῖς ἀποφαίνων τοῦ παρόντος βίου τὸν κλύδωνα, καὶ ἀφράστῳ δυνάμει διαβιβάζων αὐτοὺς, καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς οὐκ ἐφιεὶς ἐπικλύζειν αὐτοὺς, ἀλλ' ἐπέκεινα σαρκικῶν κυμάτων γενέσθαι παρασκευάζων, ἐξημερῶν δὲ ὥσπερ τινὰ θάλασσαν αὐτοῖς τοὺς πολυτρόπως συμβαίνοντας πειρασμούς· ἵνα ἰσχύσειαν ἐν γῇ γεγονότες ἐρήμῳ, τοῦτ' ἔστιν, ἐν καταστάσει νοῦ καθαρᾷ καὶ σχολαίᾳ φαγεῖν τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, καὶ πιεῖν ὕδωρ ἐκ πέτρας, τοῦτ' ἔστιν, ἐν μεθέξει γενέσθαι Χριστοῦ, διαβιβασθῆναί τε τὸν Ἰορδάνην, οὕτω τε εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐλάσαι, συνήσει πάντως ὁ πνευματικὸς ὅ φημι. Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. Ἰδοὺ ποιῶ καινὰ, ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε. Καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες, καὶ θυγατέρες στρουθῶν, ὅτι δέδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου ὃν περιεποιησάμην, τὰς ἀρετάς μου καὶ κατορθώματα διηγεῖσθαι. Ὥσπερ ἐν τοῖς ἀνόπιν βραχὺ μερικὴν οὖσαν τὴν ἐσομένην λύτρωσιν τοῖς ἐξ Ἰσραὴλ, παρετίθει μὲν εἰς γνῶσιν αὐτοῖς, ἀναβιβάζων δὲ τῶν πραγμάτων τὴν ἀφήγησιν ἐπὶ τὸ ἄμεινον, ἀσυγκρίτως τῆς διὰ Χριστοῦ σωτηρίας ἐποιεῖτο τὴν μνήμην, ἀναδεῖξαι λέγων ἡμῶν βασιλέα τὸν Ἰσραήλ· οὕτω κἀνθάδε διαμνημονεύσας χρησίμως τῆς τε Ἐρυθρᾶς θαλάσσης, καὶ τῶν Ἰορδάνου ναμάτων, καὶ τοῦ διαβιβασμοῦ τῶν ἐξ Ἰσραὴλ, πάλιν ἐπάνεισιν ἐπὶ τὸ Χριστοῦ μυστήριον. Διὰ τοῦτό φησι· Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε. Ἡ γὰρ τῶν ἀσυγκρίτως ὑπερκειμένων ἐπεισφορὰ, λήθῃ δίδωσιν ἔσθ' ὅτε τὸ ἔλαττον, καὶ τὰ λαμπρὰ τῶν πραγμάτων ἀπαμβλύνουσί πως τὰ μὴ οὕτως ἔχοντα κατὰ φύσιν, κἂν προτερεύῃ κατὰ τὸν χρόνον. Τοιοῦτόν τι καὶ ὁ πάνσοφος Παῦλος, ὅτι «Νῦν μὲν γινώσκομεν ἐκ μέρους· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.» Μεγάλα μὲν γὰρ καὶ λόγου παντὸς ἐπέκεινα τὰ τετελεσμένα παρὰ Θεοῦ διὰ τοῦ πανσόφου Μωσέως, ὑπερφερῆ δὲ καὶ ἀνεστηκότα τὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἰσχύος τε καὶ ὑπεροχῆς. Σέσωσται γὰρ δι' αὐτοῦ, καὶ παρ' αὐτοῦ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν ἡ πληθύς. Διὰ τοῦτο μονονουχὶ, καὶ ἐπιλανθάνεσθαι κελεύει τῶν πρώτων. Προσερεῖται [al. προς-