Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.908
Not analysed yet
ερείδεσθαι] δὲ μᾶλλον τὸν νοῦν τοῖς ἀσυγκρίτως ὑπερκειμένοις, καὶ λαμπρὰν ἔχουσι δόξαν. Ποιήσω τοίνυν, φησὶν, ἐν τῇ ἐρήμῳ ὁδόν. Νοεῖταί γε μὴν ἔρημος ἐν τούτοις, ἡ πάλαι ξηρὰ καὶ ἄκαρπος τῶν ἐθνῶν πληθὺς, καὶ οἷον ἀκανθοτόκος, διὰ τὸ εἶναι παντελῶς ἐν αὐτῇ μηδένα τὸν εὐσεβῆ, καὶ εὐδόκιμον, καὶ ἀγαθοεργεῖν εἰδότα σοφῶς. Ὡς γὰρ ὁ ψάλλων φησί· «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ οὐκ ἦν ἐν αὐτοῖς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.» Ἐν ταύτῃ δὴ οὖν τῇ ἐρήμῳ πέφηνεν ὁδὸς ἀποφέρουσα τοὺς δι' αὐτῆς ἐρχομένους πρὸς θεογνωσίαν τὴν ἀληθῆ, καὶ εἰς ἁγίαν καὶ ἀβέβηλον ζωὴν, καὶ εἰς πᾶσαν ἐπιστήμην ἀγαθοῦ παντὸς πράγματος. Φαμὲν δὲ εἶναι ταύτην τὴν ὁδὸν, ἢ τὸ θεῖόν τε καὶ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ἢ τάχα που καὶ αὐτὸν τὸν Χριστόν. Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ἐναργῶς· «Ἐγώ εἰμι ἡ ὁδός.» Ἀλλ' οὐχ ὁδὸς μόνη γέγονεν ἐν τῇ ἐρήμῳ, ἀνεδείχθησαν δὲ καὶ ποταμοὶ, νοητοῖς καὶ ψυχωφελέσι νάμασι καταμεθύσκειν εἰδότες τοὺς ἐν αὐτῇ. Φαμὲν δὲ εἶναι καὶ τούτους τοὺς τῶν εὐαγγελικῶν τε καὶ ἀποστολικῶν θεσπισμάτων ἱερουργοὺς, ὧν καὶ ὁ θεσπέσιος Δαβὶδ διαμνημονεύει λέγων· «Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν.» Ὡς γὰρ αὐτός που πάλιν φησίν· «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Πρὸς δέ γε τοῖς ὠνομασμένοις ποταμοῖς νοηθεῖεν ἂν καὶ οἱ λαῶν ἡγούμενοι, καὶ μυσταγωγεῖν εἰδότες ὀρθῶς τε καὶ ἀμωμήτως, καὶ τοῖς εἰς εὐσέβειαν λόγοις κατάρδειν δυνάμενοι τοὺς προσιόντας Χριστῷ διὰ τῆς πίστεως. Ἄνυδρον δὲ τὴν τῶν ἐθνῶν ὀνομάζει πληθύν. Οὐ γὰρ ἦν παρ' αὐτοῖς διδάσκαλος ἀληθείας, καὶ σωτηριῶδες ἔχων τὸ νάμα. «Φάσκοντες γὰρ εἶναι σοφοὶ, ἐμωράνθησαν,» κατὰ τὴν τοῦ μακαρίου καὶ θεσπεσίου Παύλου φωνήν· «Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν.» Ἀναδειχθείσης τοίνυν ὁδοῦ, φησὶν, ἐν ἐρήμῳ, καὶ λαβούσης τῆς ἀνύδρου ποταμοὺς, εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες, καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ ποταμοὺς ἐν γῇ ἀνύδρῳ, ποτίσαι γένος μου τὸ ἐκλεκτὸν, λαὸν ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι· καὶ θηρία μὲν ἀγροῦ δηλοῦν ἔοικε τοὺς ἐκ πολλῆς ἄγαν ἀμαθίας ἐκθηριωθέντας τρόπον τινὰ καὶ ζῶντας ἀγρίως. Ἔζη δὲ οὕτως τὰ ἔθνη. Σειρῆνας δὲ καὶ θυγατέρας στρουθῶν τοὺς εὐστομεῖν παρ' αὐτοῖς εἰδότας φησὶ, καὶ ἐξησκημένους τὸ καλλιεπές. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ σειρῆνας ἀποκαλεῖν τὰ τῶν στρουθίων λαλίστατα, καὶ ἐμμελές τι καὶ εὔρυθμον ἀναφωνεῖν εἰωθότα. Γεγόνασι δέ πως τοιοῦτοι τῶν Ἑλλήνων δεισιδαιμονίας οἱ διδάσκαλοι, ποιηταί τε καὶ λογογράφοι. Ἔνεστι γὰρ αὐτοῖς τὸ ἡδύ τε καὶ εὔκομπον, τό γε ἧκον εἰς λόγους. Διδάσκουσί γε μὴν τῶν ἀναγκαίων οὐδέν. Ἀλλ' οὗτοι πάντες δοξολογήσουσί με, φησὶν, ὡς ὕδωρ δόντα τὸ νοητὸν, καὶ ἀνύδρῳ δείξαντα ποταμούς. Ἵνα τὸ ἐκλεκτόν μου ποτίσωσι γένος· καὶ ποῖον τοῦτό ἐστιν, ἢ ἐκεῖνοί που πάντως,