Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.909
Not analysed yet
οἷς. καὶ ὁ πάνσοφος Πέτρος προσπεφώνηκε λέγων· «Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος ἐπὶ τὸ θαυμαστὸν αὐτοῦ φῶς, οἵ ποτε οὐ λαὸς, νῦν δὲ λαὸς ἐν Κυρίῳ; Οὐ νῦν ἐκάλεσά σε, Ἰακὼβ, οὐδὲ κοπιάσαι σε ἐποίησα, Ἰσραήλ. Οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με, οὐδὲ ἐδούλευσας ἐν ταῖς θυσίαις σου. Οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβανωτῷ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα. Ἀλλ' ἐν ταῖς ἁμαρτίαις σου, πλημμελήμασί τε καὶ ἀδικίαις καὶ τοῖς τοιουτοτρόποις προέστην σου. Διὰ τῶν ἤδη προεξητασμένων, ἤγουν προανεγνωσμένων, τῆς ἐν Χριστῷ διαθήκης καὶ τῶν παρ' αὐτοῦ χαρισμάτων ἐποιεῖτο τὴν προαγόρευσιν. Ἔφη γὰρ ἐν ἐρήμῳ ποιήσειν ὁδὸν, καὶ ἐν ἀνύδρῳ ποταμούς· ταύτης ἕνεκα τῆς αἰτίας εὐλογηθήσεσθαι παρὰ πάντων τῶν θηρίων τοῦ ἀγροῦ· τρόπος δ' ἂν νοοῖτο θυσίας νοητῆς ἡ δοξολογία, καὶ τῆς νέας καὶ ἐν Χριστῷ διαθήκης καρπός. Ἐν δέ γε τοῖς προκειμένοις πληροφορεῖν πειρᾶται τὸν Ἰσραὴλ, ὅτι λελύτρωται μὲν ἐξ Αἰγύπτου, καὶ τῆς αὐτόσε θητείας ἐξῄρηται, καὶ τῶν οὕτως ἀνιαρῶν ἀπηλλάχθη πόνων, οὐχ ἵνα μόσχους αὐτῷ προσαγάγῃ, καὶ τὴν δι' αἵματος καὶ καπνῶν ποιῆται πρόσοδον. Ἀποβλήματα γὰρ τὰ τοιάδε παρὰ Θεῷ, καὶ σκιὰ μᾶλλόν εἰσιν ἢ ἀλήθεια. Φησὶ τοίνυν Οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ. Τὸ δὲ νῦν, ἐκληπτέον, ἀντὶ τοῦ, οὐχ ὅτε θύεις, ἤγουν οὐκ ἐν τῷ βουθυτεῖν ὄντα καὶ μηλοσφαγεῖν κέκληκά σε, ἵνα μὴ ἄρα πως οἰηθῇς ἀντέκτισιν ὥσπερ τινὰ τῆς προσαγωγῆς ἐσχηκέναι τὴν λύτρωσιν, ἀλλ' ὄντα σε μᾶλλον ἐν ἁμαρτίαις, καὶ μολυσμοῖς ἔνοχον, λελάτρευκας γὰρ τοῖς Αἰγυπτίων θεοῖς, φειδοῦς ἠξίωσα καὶ ἀγάπης. Ἡμερότητος οὖν ἄρα τὸ δῶρον, καὶ φιλανθρωπίας καρπὸς ἡ χάρις, καὶ ὡς ἐξ ἀγάπης ἡ λύτρωσις. Οὐδὲν γὰρ, φησὶ, πρὸς ἐμὲ τὰ πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὔτε μὴν ἐν ταῖς θυσίαις σου ἐδόξασάς με. Τὸ γὰρ ἀπαράδεκτον ὅλως καὶ εἰκῆ προσφερόμενον, πῶς ἂν εἰς δόξαν γένοιτο τὴν ἐμήν; Ἀλλ' οὐδὲ ἐδούλευσας ἐν ταῖς θυσίαις σου. Ὁ μὲν γάρ τι τῶν ἀγαθῶν ἐπιτηδεύων, φησὶ, καὶ αὐχημάτων τῶν εἰς ἀρετὴν γενόμενος ἀποτελεστὴς, ὁ τοῖς ἐμοῖς νεύμασιν ὑποθεὶς τὸν αὐχένα, καὶ θεσπισμάτων τῶν ἱερῶν ἐργάτης, δουλεύειν ἂν λέγοιτο τῷ ἐπὶ πάντας Θεῷ. Ὁ δέ γε λιβανωτῷ τὴν ἁγίαν καπνίζων σκηνὴν, καὶ βοῦς προσάγων ἢ πρόβατα, ἢ τὶ τῶν ἀρίστων κατωρθωκὼς, τὴν τῆς γνησιότητος οὐκ ἀποίσεται δόξαν· Πέπραχε γὰρ ὅλως ὁ τοιοῦτος τῶν ἀρεσκόντων ἐμοὶ οὐδὲν, οὐκοῦν οὐκ ἔν γε τῷ θύειν τὸ δουλεύειν ἐστὶν, ἀλλ' ἐν τῷ βουλεύεσθαι τρυφερόν τε καὶ οἷον ἀναφῆ τοῖς αὐτοῦ θελήμασιν ὑποφέρειν τὸν αὐχένα. Ὅσον γὰρ ἧκον, φησὶν, εἰς τὸ αὐτό μοι δοκοῦν, οὐκ ἂν ἔγκοπόν σε ἐποίησα ἐν λιβανωτῷ, οὐδ'