Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.912
Not analysed yet
ἂν ἐκτήσω μοι ἀργυρίου θυμίαμα, ἀλλ' οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα. Ἔοικε τούτῳ τὸ δι' ἑτέρου προφήτου πρὸς αὐτοὺς εἰρημένον· «Τὰ ὁλοκαυτώματα αὐτῶν ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν συνάγετε, καὶ φάγετε κρέα, ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν, περὶ ὁλοκαυτωμάτων, καὶ θυσιῶν, ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.» Ἔφη που καὶ ἑτέρωθι πάλιν ὁ αὐτὸς προφήτης Ἱερεμίας· «Ἵνα τί μοι λίβανον ἐκ Σαβᾶ φέρετε, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν με.» Καὶ μὴν, καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς· «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους.» Ἀπόβλητον δὲ ποιεῖται πανταχοῦ τὴν ἐν σκιαῖς λατρείαν, ἀφιστὰς μὲν αὐτοὺς τῶν τύπων, συνελαύνων δὲ ὥσπερ εἰς δικαίωσιν τὴν ἐν Χριστῷ, καὶ τῆς εὐαγγελικῆς πολιτείας μεταποιεῖσθαι διδάσκων, δι' ἧς ἂν γένοιτό τε καὶ μόνης τὸ εὐαρεστεῖν δύνασθαι τῷ Θεῷ, καὶ τὸ ἄμωμον ἀληθῶς καὶ εἰλικρινὲς εἰς λατρείαν, δῆλον δὲ ὅτι τὴν πνευματικήν. «Πνεῦμα γὰρ, φησὶν, ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτῷ ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι. Σὺ δὲ μνήσθητι καὶ κριθῶμεν. Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἄθρει δή μοι πάλιν, ὡς οὐ τῇ δυνάμει τῆς κατὰ νόμον λατρείας ἐκνενέμηκε Θεὸς τὸ ἀπαλλάττειν δύνασθαι τινὰς τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας. Ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας, καὶ ἀνόνητος ἐν τούτοις ἡ τοῦ νόμου σκιά. Δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν. Ἐπιστέλλει γοῦν, καί φησι περί τε αὐτοῦ, καὶ τῶν ἄλλων ἀποστόλων, ἤγουν τῶν πεπιστευκότων ἐκ περιτομῆς· «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ· καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐν αὐτῷ.» Μὴ τοίνυν, φησὶν, οἰηθῇς ὡς δυνήσῃ ποτὲ τῶν ἐκ φαυλότητος ἐγκλημάτων ἐλεύθερον ἀποφῆναι σαυτὸν διὰ θυσίας καὶ καπνῶν. Ἴσθι δὲ μᾶλλον ὅτι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι. Δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων δικαιοσύνης, ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἀμνημονεῖν ἐθέλοντος τῶν ἡμετέρων αἰτιαμάτων. Σώζει γὰρ τοῦτο καὶ μόνον τοὺς ἐπὶ τῆς γῆς, ἀδρανῆ, καὶ εὐπαρακόμιστον τὴν διάνοιαν ἔχοντας πρὸς πᾶν ὁτιοῦν τῶν ἐκ νόμου διαβεβλημένων. Ἐπιμελῶς γὰρ, φησὶν, ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Ταύτῃ τοι, καὶ μάλα εἰκότως ὁ θεσπέσιος Δαβὶδ τῶν ἀνθρωπίνων ὀλισθημάτων διαμέμνηται λέγων· «Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι.» Κατοικτείρει μὲν οὖν ὁ τῶν ὅλων Θεὸς, καὶ δὴ καὶ αἰσίοις νεύμασι καὶ ἀμνηστίαις χρώμενος ταῖς θεοπρεπέσιν, ἔξω τίθησιν αἰτίας, καὶ