Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.913
Not analysed yet
ὀλισθημάτων τοὺς ἀλόντας αὐτοῖς. Πλὴν οὐκ ἐᾷ τοὺς ἠλεημένους τὴν τοῦ δικαιοῦντος αὐτοὺς εἰδέναι χάριν Ἐπωφελὲς δὲ τοῦτο καὶ διὰ σπουδῆς τοῖς ἁγίοις γεγονὸς εὑρήσομεν. Ψάλλει γοῦν καί φησιν ὁ μακάριος Δαβὶδ, ποτὲ μὲν, ὅτι «Τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός·» καὶ πάλιν, ὅτι «Τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.» Ἐγὼ τοίνυν, φησὶν, ἀμνημονήσω μὲν τῶν αἰτιαμάτων. Μέμνησό γε μὴν αὐτὸς, καὶ δὴ καὶ κριθῶμεν· Ὁμολόγει δὲ σὺ, καὶ βεβαίαν ἔχε τὴν ἀμνηστείαν. Γέγραπται γὰρ ὅτι, «Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.» Καὶ πάλιν· «Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις σου.» Οὐ τετήρηκε τὴν τοιαύτην ἐντολὴν ὁ ὑπέροφρυς Φαρισαῖος, ὃν ἐν ταῖς εὐαγγελικαῖς παραβολαῖς ἵστησιν εὐχόμενον ὁ Σωτὴρ ἐν τῇ συναγωγῇ, εἶτα πολὺ νοσοῦντα τὸ ἀμαθὲς, καὶ ἐξ εἰκαίου φυσήματος λέγοντα· «Ὁ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὔκ εἰμι ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα τὰ ὑπάρχοντά μοι.» Οὗτος οὐκ ἠνέσχετο λέγειν τὰς ἑαυτοῦ ἁμαρτίας. Κατακέκριται δὴ οὖν ὡς ἀλαζών τε καὶ ψεύστης, καθαρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου, καὶ πολλὰ πταίομεν ἅπαντες. Ἔγνω δὲ καὶ ὡμολόγει τὰς ἁμαρτίας ὁ τελώνης τὰς ἑαυτοῦ. Εἱστήκει γὰρ τύπτων τὸ στῆθος, καὶ λέγων· «Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.» Δεδικαίωται δὴ οὖν ὁμολογήσας τὰ ἡττήματα, καὶ τῆς ἐνούσης αὐτῷ βδελυρίας τὸν ῥύπον οὐκ ἀποκρύψας, ἵνα καθαρισθῇ. Οἱ πατέρες ὑμῶν πρῶτοι, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ. Καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἄγιά μου· καὶ ἔδωκα ἀπολέσαι Ἰακὼβ καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν. Εἰπών· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι, συνεῖδεν ὅτι τάχα πού τινες τοῖς εἰρημένοις ἀνταναστήσονται, καὶ δὴ καὶ ἐροῦσιν· Εἰ τετίμηκας ἀμνηστείᾳ τὸν Ἰσραὴλ, εἰ γέγονεν ἐπ' αὐτῷ πολλή τις ἄγαν ἡ γαληνότης, εἰ κεκάθαρται τῶν ῥύπων, καὶ τῶν ἀρχαίων αἰτιαμάτων τοὺς μολυσμοὺς ἀπενίψατο, πῶς ἢ τίνων ἐξῄτηται δίκας τοῖς τῶν πολεμίων ξίφεσι δαπανώμενος· εἶτα δορύληπτος γεγονὼς, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, καὶ ὑπὸ χεῖρα καὶ ζυγὸν τῶν ᾑρηκότων γεγενημένος; Δέδοται γὰρ τοῖς ἐκ Βαβυλῶνος ἥκουσι μαχηταῖς. Ἀπολογεῖται δὴ οὖν τὸ, Κριθῶμεν, λέγων, καί φησιν, ὡς αὐτοὶ γεγόνασι, καὶ τούτου αἴτιοί τε καὶ πρόξενοι ταῖς σφῶν αὐτῶν κεφαλαῖς. Οἱ γὰρ πατέρες ὑμῶν, φησὶ, καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ. Καὶ οὐχ ἁπλῶς αἰτιᾶται προγόνους πατέρας ἡμῖν ἐν τούτοις εἰπών. Ἔοικε δὲ μᾶλλον βούλεσθαί τι τοιοῦτον ὑποδηλοῦν. Οἱ γάρ τοι πρὸς ἱερουργίαν ἐξειλεγμένοι σοφοί τε καὶ νομοΐστορες, καὶ παιδαγωγεῖν εἰωθότες τοὺς ὑπὸ χεῖρα λαοὺς, πατέρες ἂν λέγοιντο τῶν ὑπεζευγμένων, ἄρχοντές τε καὶ ἡγούμενοι. Ὅταν τοίνυν οὐκ ἐκ πληθύος τῆς ἀγελαίου πράττηταί τινα τῶν ἀτόπων, παρ' ἐκείνων δὲ μᾶλλον οὓς ἦν εἰκὸς δύνασθαι καὶ τὰ τῶν ἑτέρων ἐπανορθοῦν, φορτικὸν τὸ χρῆμα, καὶ δυσδιάφυκτος ἡ δίκη, καὶ ὀφειλομένη